Thesauros Literature biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
32 διὰ τί τοῦ Μαΐου περὶ τὴν πανσέληνον ἀπὸ τῆς ξυλίνης γεφύρας εἴδωλα ῥιπτοῦντες ἀνθρώπων εἰς τὸν ποταμὸν Ἀργείους τὰ ῥιπτούμενα καλοῦσιν; ἦ τὸ παλαιὸν οἱ περὶ τὸν τόπον οἰκοῦντες βάρβαροι τοὺς ἁλισκομένους Ἕλληνας οὕτως ἀπώλλυσαν· Ἡρακλῆς δὲ θαυμασθεὶς ὑπʼ αὐτῶν ἔπαυσε μὲν τὴν ξενοκτονίαν, ἐδίδαξε δὲ τὸ ἔθος καὶ τὴν δεισιδαιμονίαν ἀπομιμουμένους εἴδωλα ῥιπτεῖν; Ἀργείους δὲ τοὺς Ἕλληνας οἱ παλαιοὶ πάντας ὁμαλῶς προσηγόρευον. εἰ μὴ νὴ Δία τῶν Ἀρκάδων πολεμίους καὶ τοὺς Ἀργείους διὰ τὴν γειτνίασιν ἡγουμένων, οἱ περὶ Εὔανδρον ἐκ τῆς Ἑλλάδος φυγόντες καὶ κατοικήσαντες αὐτόθι τὴν μνησικακίαν καὶ τὴν ἔχθραν διεφύλαττον.
33 διὰ τί τὸ παλαιὸν οὐκ ἐδείπνουν ἔξω χωρὶς τῶν υἱῶν, ἔτι τὴν παιδικὴν ἡλικίαν ἐχόντων; ἦ τοῦτο μὲν καὶ Λυκοῦργος εἴθισε, τοὺς παῖδας ἐπεισάγων τοῖς φιδιτίοις, ὅπως ἐθίζωνται μὴ θηριωδῶς μηδʼ ἀτάκτως ἀλλὰ μετʼ εὐλαβείας ταῖς ἡδοναῖς προσφέρεσθαι, τοὺς πρεσβυτέρους οἷον ἐπισκόπους καὶ θεατὰς ἔχοντες; οὐκ ἔλαττον δὴ τοῦτο καὶ τοὺς πατέρας αὐτοὺς μᾶλλον αἰδεῖσθαι καὶ σωφρονεῖν τῶν υἱῶν παρόντων· ὅπου γὰρ ἀναισχυντοῦσι γέροντες, ὥς φησιν ὁ Πλάτων, Πλάτων] Legg. p. 729 c ἐνταῦθʼ ἀνάγκη καὶ νέους ἀναισχυντοτάτους εἶναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme