Thesauros Literature biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
51 διὰ τί τῶν Λαρητῶν, οὓς ἰδίως πραιστίτεις καλοῦσι, τούτοις κύων παρέστηκεν, αὐτοὶ δὲ κυνῶν διφθέραις ἀμπέχονται; ἦ πραιστίτεις μὲν οἱ προεστῶτές εἰσι, τοὺς δὲ προεστῶτας οἴκου φυλακτικοὺς εἶναι προσήκει, καὶ φοβεροὺς μὲν τοῖς ἀλλοτρίοις, ὥσπερ ὁ κύων ἐστίν, ἠπίους δὲ καὶ πράους τοῖς συνοικοῦσιν; ἢ μᾶλλον, ὃ λέγουσιν ἔνιοι Ῥωμαίων, ἀληθές ἐστι καί, καθάπερ οἱ περὶ Χρύσιππον οἴονται φιλόσοφοι φαῦλα δαιμόνια περινοστεῖν, οἷς οἱ θεοὶ δημίοις χρῶνται χρῶνται καὶ *: χρῶνται καὶ κολασταῖς ἐπὶ τοὺς ἀνοσίους καὶ ἀδίκους ἀνθρώπους, οὕτως οἱ Λάρητες ἐρινυώδεις ἐρινυώδεις *: ἐριννυώδεις τινές εἰσι καὶ ποίνιμοι δαίμονες, ἐπίσκοποι βίων καὶ οἴκων· διὸ καὶ κυνῶν δέρμασιν ἀμπέχονται, καὶ κύων πάρεδρός ἐστιν, ὡς δεινοῖς οὖσιν ἐξιχνεῦσαι καὶ μετελθεῖν τοὺς πονηρούς;
52 διὰ τί τῇ καλουμένῃ Γενείτῃ Μάνῃ κύνα θύουσι καὶ κατεύχονται μηδένα χρηστὸν ἀποβῆναι τῶν οἰκογενῶν; ἦ ὅτι δαίμων ἐστὶν ἡ Γενείτα περὶ τὰς γενέσεις καὶ τὰς λοχείας τῶν φθαρτῶν; ῥύσιν γάρ τινα σημαίνει τοὔνομα καὶ γένεσιν ἢ ῥέουσαν γένεσιν. ὥσπερ οὖν οἱ Ἕλληνες τῇ Ἑκάτῃ, καὶ τῇ Γενείτῃ κύνα Ῥωμαῖοι θύουσιν ὑπὲρ τῶν οἰκογενῶν. Ἀργείους δὲ Σωκράτης Σωκράτης] Mueller. 4 p. 498 φησὶ τῇ Εἰλιονείᾳ Εἰλονείᾳ] Εἰλειθυίᾳ Amiotus κύνα θύειν διὰ τὴν ῥᾳστώνην τῆς λοχείας. τὸ δὲ τῆς εὐχῆς πότερον οὐκ ἐπʼ ἀνθρώπων ἐστὶν οἰκογενῶν, μηδένα χρηστὸν γενέσθαι, ἀλλὰ κυνῶν· χαλεποὺς γὰρ εἶναι δεῖ καὶ φοβεροὺς τοὺς κύνας· ἢ διὰ διὰ] νῆ Δία? τὸ χρηστοὺς χρηστοὺς Polus: ἀχρήστους κομψῶς κομθῶς X: καὶ κομψοὺς λέγεσθαι τοὺς τελευτῶντας αἰνιττόμενοι, διὰ τῆς εὐχῆς αἰτοῦνται μηδένα τῶν συνοίκων ἀποθανεῖν; οὐ δεῖ δὲ τοῦτο θαυμάζειν καὶ γὰρ Ἀριστοτέλης Ἀριστοτέλης] Fragm. 550 ἐν ταῖς Ἀρκάδων πρὸς Λακεδαιμονίους συνθήκαις γεγράφθαι φησὶ μηδένα χρηστὸν χρηστὸν Polus: ἄχρηστον ποιεῖν βοηθείας χάριν τοῖς λακωνίζουσι τῶν Τεγεατῶν, ὅπερ εἶναι μηδένα ἀποκτιννύναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme