Thesauros Literature biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
54 διὰ τί τὰ κρεοπώλια μάκελλα καὶ μακέλλας καλοῦσι;
54 πότερον ἀπὸ τῶν μαγείρων τοὔνομα διαφθαρέν, ὥσπερ ἄλλα πολλά, τῇ συνηθείᾳ κεκράτηκε; καὶ γὰρ τὸ κάππα πρὸς τὸ γάμμα συγγένειαν ἔχει παρʼ αὐτοῖς· ἀψὲ γὰρ ἐχρήσαντο τῷ γάμμα Καρβιλίου Καρβιλίου Xylander: Καρβειλίου. Σπορίου προσεξευρόντος· καὶ τὸ λάμβδα πάλιν τοῖς ἀπολισθάνουσι τοῦ ρ διʼ ἀμβλύτητα τῆς γλώττης ὑπόκειται τραυλιζόμενον.
54 ἢ καὶ τοῦτο λυτέον τῇ ἱστορίᾳ; λέγεται γὰρ ἐν Ῥώμῃ βίαιον ἄνδρα καὶ λῃστρικὸν γενόμενον καὶ περικόψαντα πολλοὺς, Μάκελλον τοὔνομα, μόγις ἁλῶναι καὶ κολασθῆναι· ἐκ δὲ τῶν χρημάτων αὐτοῦ δημόσιον οἰκοδομηθῆναι κρεοπώλιον ἀπʼ ἐκείνου κτησάμενον τὴν προσηγορίαν.
55 διὰ τί ταῖς Ἰανουαρίαις εἰδοῖς περιιέναι δέδοται τοῖς αὐληταῖς τὴν πόλιν ἐσθῆτας γυναικείας φοροῦντας;
55 ἢ διὰ τὴν λεγομένην αἰτίαν; μεγάλας γάρ, ὡς ἔοικε, τιμὰς ἐκαρποῦντο, τοῦ βασιλέως Νομᾶ δόντος αὐτοῖς διὰ τὴν πρὸς τὸ θεῖον ὁσιότητα· ταύτας δʼ ὕστερον ἀφαιρεθέντες ὑπὸ τῆς ἀνθυπατικῆς δεκαδαρχίας ἀπεχώρησαν ἐκ τῆς πόλεως. ἦν οὖν ἐπιζήτησις αὐτῶν καί τις ἥπτετο δεισιδαιμονία τῶν ἱερέων ἄναυλα θυόντων. ἐπεὶ δʼ οὐκ ἐπείθοντο μεταπεμπομένοις ἀλλʼ ἐν τῷ Τιβοῦρι τῷ Τίβουρι Petavius: τῇ Βούριδι or βούρι. διέτριβον, ἀνὴρ ἀπελεύθερος κρύφα τοῖς ἄρχουσιν ἐπηγγείλατο κατάξειν αὐτούς. καὶ παρασκευάσας θοίνην ἄφθονον ὡς τεθυκὼς θεοῖς ἐκάλεσε τοὺς αὐλητάς· καὶ γύναια παρῆν ἅμα τῷ πότῳ καὶ παννυχὶς συνεκροτεῖτο παιζόντων καὶ χορευόντων. εἶτʼ ἐξαίφνης ὁ ἄνθρωπος ἐμβαλὼν λόγον ὡς τοῦ πάτρωνος ἐπιόντος αὐτῷ καὶ ταραττόμενος ταραττόμενος] ταραττομένους Helmbold. συνέπεισε τοὺς αὐλητὰς ἀναβάντας ἐφʼ ἁμάξας δέρρεσι κύκλῳ περικαλυπτομένας εἰς τὸ Τίβουρι κομίζεσθαι. τοῦτο δʼ ἦν ἀπάτη· περιαγαγὼν γὰρ τὰς ἁμάξας οὐ συνορῶντας αὐτοὺς διὰ τὸν οἶνον καὶ τὸ σκότος ἔλαθεν εἰς Ῥώμην καταγαγὼν ἅπαντας ἕωθεν· ἐτύγχανον δʼ οἱ πολλοὶ διὰ τὴν παννυχίδα καὶ τὸν πότον ἐν ἐσθῆσιν ἀνθιναῖς καὶ γυναικείαις ὄντες. ὡς οὖν ἐπείσθησαν ὑπὸ τῶν ἀρχόντων καὶ διηλλάγησαν, ἐνομίσθη τὴν ἡμέραν ἐκείνην οὕτως ἀμπεχομένους σοβεῖν διὰ τῆς πόλεως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme