86
ἢ ὅτι τῷ μηνὶ τούτῳ τὸν μέγιστον ποιοῦνται τῶν καθαρμῶν, νῦν μὲν εἴδωλα ῥιπτοῦντες ἀπὸ τῆς γεφύρας εἰς τὸν ποταμὸν πάλαι δʼ ἀνθρώπους; διὸ καὶ τὴν Φλαμινίκαν, Φλαμινίκαν Xylander: φλαμινίβαν. ἱερὰν τῆς Ἥρας εἶναι δοκοῦσαν, νενόμισται σκυθρωπάζειν, μήτε λουομένην τηνικαῦτα μήτε κοσμουμένην.
86
ἢ ὅτι πολλοὶ Λατίνων ἐν τῷ μηνὶ τούτῳ τοῖς κατοιχομένοις ἐναγίζουσι; καὶ διὰ τοῦτʼ ἴσως Ἑρμῆν ἐν αὐτῷ σέβονται καὶ Μαίας ἐπώνυμός ἐστιν.
86
ἤ, καθάπερ ἔνιοι λέγουσιν, ὁ μὲν Μάιος ἀπὸ τῆς πρεσβυτέρας, ὁ δʼ Ἰούνιος ἀπὸ τῆς νεωτέρας ἡλικίας ὠνόμασται; γάμῳ δὲ ἁρμοδιώτερον τὸ νέον, ὡς καὶ Εὐριπίδης φησὶν ἀλλʼ ἦ ἦ Kvičala and F.C.B.: ἤ. τὸ γῆρας τὴν Κύπριν χαίρειν ἐᾷ, ἥ τʼ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται. οὐ γαμοῦσιν οὖν ἐν τῷ Μαΐῳ, περιμένοντες τὸν Ἰούνιον, ὃς εὐθύς ἐστι μετὰ τὸν Μάιον.
87
διὰ τί τῶν γαμουμένων αἰχμῇ δορατίου τὴν κόμην διακρίνουσιν;
87
ἆρα σύμβολόν ἐστι τοῦτο τοῦ βίᾳ καὶ μετὰ πολέμου γαμηθῆναι τὰς πρώτας, ἢ μανθάνουσιν ἀνδράσι, συνοικοῦσαι μαχίμοις καὶ πολεμικοῖς ἄθρυπτον καὶ ἄθηλυν καὶ ἀφελῆ προσίεσθαι καλλωπισμόν; ὥσπερ ὁ Λυκοῦργος ἀπὸ πρίονος καὶ πελέκεως κελεύσας τὰ θυρώματα ταῖς οἰκίαις ποιεῖν καὶ τὰς ὀροφάς, ἄλλῳ δὲ μὴ χρῆσθαι τὸ παράπαν ἐργαλείῳ, πᾶσαν ἐξέβαλε περιεργίαν καὶ πολυτέλειαν.
87
ἢ τὴν διάστασιν αἰνίττεται τὸ γιγνόμενον, ὡς μόνῳ σιδήρῳ τοῦ γάμου διακριθησομένου;
87
ἢ τὰ μὲν πλεῖστα τῶν γαμικῶν εἰς τὴν Ἥραν ἀνῆπτο ἀνῆπτο E: ἀνῆπτον.; Ἥρας δʼ ἱερὸν τὸ δόρυ νενόμισται, καὶ τῶν ἀγαλμάτων αὐτῆς δόρατι στηρίζεται τὰ πλεῖστα καὶ Κυρῖτις ἡ θεὸς ἐπωνόμασται, τὸ γὰρ δόρυ κύριν κύριν Aldine ed. and Xylander: κοῦριν. ἐκάλουν οἱ παλαιοί· διὸ καί φασι Κυρῖνον ὀνομασθῆναι τὸν Ἐνυάλιον.
88
διὰ τί τὸ τελούμενον εἰς θέας Λοῦκαρ καλοῦσιν;
88
ἢ ὅτι πολλὰ ἔστιν ἄλση ἄλση Xylander: ἄλλα. περὶ τὴν πόλιν ἀνειμένα θεοῖς, ἃ καλοῦσι λούκους, καὶ τὴν ἀπὸ τούτων πρόσοδον εἰς τὰς θέας ἀνήλισκον;
89
διὰ τί τὰ Κυρινάλια μωρῶν ἑορτὴν ὀνομάζουσιν;