Thesauros Literature biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
89 διὰ τί τὰ Κυρινάλια μωρῶν ἑορτὴν ὀνομάζουσιν; ἦ ὅτι τὴν ἡμέραν ταύτην ἀποδεδώκεσαν, ὡς Ἰόβας Ἰόβας] Mueller. 3 p. 470 φησί, τοῖς τὰς αὑτῶν φατρίας ἀγνοοῦσιν; ἢ τοῖς μὴ θύσασιν, ὥσπερ οἱ λοιποί, κατὰ φυλὰς ἐν τοῖς Φουρνικαλίοις διʼ ἀσχολίαν ἢ ἀποδημίαν ἢ ἄγνοιαν ἐδόθη τῇ ἡμέρᾳ ταύτῃ τὴν ἑορτὴν ἐκείνην ἀπολαβεῖν;
90 διὰ τί τῷ Ἡρακλεῖ γιγνομένης θυσίας, ἄλλον οὐδένα θεῶν ὀνομάζουσιν οὐδὲ φαίνεται κύων ἐντὸς τῶν περιβόλων, ὡς Βάρρων ἱστόρηκεν; ἦ θεὸν μὲν ἄλλον οὐκ ὀνομάζουσι διὰ τὸ τοῦτον ἡμίθεον νομίζειν; ὡς δέ φασιν ἔνιοι, καὶ μετὰ τῶν ἀνθρώπων ὄντος ἔτι βωμὸν ἱδρύσασθαι τὸν Εὔανδρον αὐτοῦ καὶ θυσίαν προσαγαγεῖν. κυνὶ δὲ πάντων μάλιστα τῶν ζῴων ἐπολέμησε· καὶ γὰρ οὗτος οὗτος] ὁ Ὄρθος Wehlius αὐτῷ ἀεὶ ἀεὶ] φασι? πολλὰ πράγματα παρέσχε καὶ ὁ Κέρβερος· καὶ ἐπὶ πᾶσι, τοῦ Λικυμνίου παιδὸς Οἰωνοῦ διὰ κύνα φονευθέντος ὑπὸ τῶν Ἱπποκοωντιδῶν, ἀναγκασθεὶς μάχην συνάψαι τῶν τʼ ἄλλων φίλων πολλοὺς ἀπέβαλε καὶ τὸν ἀδελφὸν Ἰφικλέα.
91 διὰ τί τοῖς πατρικίοις οὐκ ἐξῆν περὶ τὸ Καπετώλιον, Καπετώλιον * hic et infra: καπιτώλιον κατοικεῖν; πότερον ὅτι Μᾶρκος Μάλλιος Μάλλιος *: μάλιος αὐτόθι κατοικῶν ἐπεχείρησε τυραννίδι, διʼ διʼ M ὃν ἀπώμοτόν φασιν εἶναι τῷ οἴκῳ μηδενὶ Μαλλίων Μαλλίων *: μαλίων ὄνομα Μᾶρκον γενέσθαι· ἢ παλαιὸς ἦν φόβος οὗτος; Ποπλικόλαν γοῦν ἄνδρα δημοτικώτατον οὐκ ἐπαύσαντο διαβάλλοντες μὲν οἱ δυνατοὶ δεδιότες δʼ οἱ πολλοί, μέχρι οὗ τὴν οἰκίαν αὐτὸς κατέσκαψεν ἐπικεῖσθαι τῇ ἀγορᾷ δοκοῦσαν.
92 διὰ τί τῷ σώσαντι πολίτην ἐν πολέμῳ δρύινον διδόασι στέφανον; πότερον ὅτι πανταχοῦ καὶ ῥᾳδίως ἔστιν εὐπορῆσαι δρυὸς ἐπὶ στρατείας, ἢ ὅτι Διὸς καὶ Ἥρας ἱερὸς ὁ στέφανός ἐστιν, οὓς πολιούχους νομίζουσιν; ἢ παλαιὸν ἀπʼ Ἀρκάδων τὸ ἔθος, οἷς ἔστι τις συγγένεια πρὸς τὴν δρῦν; πρῶτοι γὰρ ἀνθρώπων γεγονέναι δοκοῦσιν ἐκ γῆς, ὥσπερ ἡ δρῦς τῶν φυτῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme