102
ἢ καθάπερ οἱ Πυθαγορικοὶ τοῦ ἀριθμοῦ τὸν μὲν ἄρτιον θῆλυν ἄρρενα δὲ τὸν περιττὸν ἐνόμιζον; γόνιμος γάρ ἐστι καὶ κρατεῖ τοῦ ἀρτίου συντιθέμενος, καὶ διαιρουμένων εἰς τὰς μονάδας ὁ μὲν ἄρτιος καθάπερ τὸ θῆλυ χώραν μεταξὺ κενὴν ἐνδίδωσι, τοῦ δὲ περιττοῦ μόριον ἀεί τι πλῆρες ὑπολείπεται· διὸ τὸν μὲν ἄρρενι τὸν δὲ θήλει πρόσφορον νομίζουσιν.
102
ἢ ὅτι τῶν ἀριθμῶν ἁπάντων τὰ μὲν ἐννέα πρῶτός ἐστι, τετράγωνος ἀπὸ περιττοῦ καὶ τελείου τῆς τριάδος, τὰ δʼ ὀκτὼ πρῶτος κύβος ἀπὸ ἀρτίου τῆς δυάδος; δεῖ δὲ τὸν μὲν ἄνδρα ἄνδρα added by Polus and found in one ms. τετράγωνον εἶναι καὶ περιττὸν καὶ τέλειον, τὴν δὲ γυναῖκα καθάπερ τὸν κύβον ἑδραῖον καὶ οἰκουρὸν καὶ δυσμετακίνητον. τοῦτο δὲ προσληπτέον ὅτι τὰ μὲν ὀκτὼ κύβος ἐστὶν ἀπὸ δυάδος, τὰ δʼ ἐννέα τετράγωνος ἀπὸ τριάδος· χρῶνται δὲ δυσὶ μὲν ὀνόμασιν αἱ θήλειαι τρισὶ δʼ οἱ ἄρρενες.
103
διὰ τί τοὺς ἀπάτορας σπορίους υἱοὺς καλοῦσιν;
103
οὐ γάρ, ὡς Ἕλληνες νομίζουσι, καὶ λέγουσιν οἱ ῥήτορες ἐν ταῖς δίκαις, συμφορητοῦ τινος καὶ κοινοῦ σπέρματος γεγόνασιν, ἀλλʼ ἔστιν ὁ Σπόριος τῶν πρώτων ὀνομάτων, ὡς ὁ Σέξτος καὶ ὁ Δέκιμος καὶ ὁ Γάιος. τὰ δὲ πρῶτα τῶν ὀνομάτων οὐχ ὁλογραφοῦσιν ἀλλʼ ἢ διʼ ἑνὸς γράμματος, ὡς τὸν Τίτον καὶ τὸν Λούκιον καὶ τὸν Μᾶρκον, ἢ διὰ δυοῖν, ὡς τὸν Τιβέριον καὶ τὸν Γναῖον, ἢ διὰ τριῶν, ὡς τὸν Σέξτον καὶ τὸν Σερούιον. ἔστιν οὖν καὶ ὁ Σπόριος τῶν διὰ δυοῖν γραφομένων, τοῦ ς καὶ τοῦ π. γράφουσι δὲ διὰ τούτων καὶ τοὺς ἀπάτορας σίνε πάτρε πάτρε an obvious correction: πάτρις. οἷον ἄνευ πατρός, τῷ μὲν ς τὸ σίνε τῷ δὲ π τὸ πάτρε πάτρε an obvious correction: πάτρις. σημαίνοντες. τοῦτʼ οὖν τὴν πλάνην ἐποίησε, τὸ διὰ τῶν αὐτῶν γραμμάτων τὸ σίνε πάτρε πάτρε an obvious correction: πάτρις. καὶ τὸν Σπόριον γράφεσθαι.
103
λεκτέον δὲ καὶ τὸν ἕτερον λόγον, ἔστι δʼ ἀτοπώτερος· τοὺς γὰρ Σαβίνους φασὶ τὸ τῆς γυναικὸς αἰδοῖον ὀνομάζειν σπόριον, εἶθʼ οἷον ἐφυβρίζοντας οὕτω προσαγορεύειν τὸν ἐκ γυναικὸς ἀγάμου καὶ ἀνεγγύου γεγενημένον.
104
διὰ τί τὸν Διόνυσον Λίβερουμ Πάτρεμ καλοῦσι;