Thesauros Literature biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
95 διὰ τί νενόμισται τοὺς ἁγνεύοντας ὀσπρίων ἀπέχεσθαι; πότερον, ὡς οἱ Πυθαγορικοὶ τοὺς μὲν κυάμους ἀφωσιοῦντο διὰ τὰς λεγομένας αἰτίας, τὸν δὲ λάθυρον καὶ τὸν ἐρέβινθον ὡς παρωνύμους τοῦ ἐρέβους καὶ τῆς λήθης· ἢ ὅτι πρὸς τὰ περίδειπνα καὶ τὰς προκλήσεις τῶν νεκρῶν μάλιστα χρῶνται τοῖς ὀσπρίοις; ἢ μᾶλλον ὅτι δεῖ πρὸς τὰς ἁγνείας καὶ ἁγιστείας καθαρὰ καὶ λιτὰ τὰ σώματα ἔχειν; ἔστι δὲ τὰ ὄσπρια πνευματώδη καὶ περίσσευμα περίσσευμα] περίσσωμα? ποιεῖ πολλῆς καθάρσεως δεόμενον. ἢ ὅτι καὶ πρὸς συνουσίαν παρορμᾷ διὰ τὸ φυσῶδες καὶ πνευματικόν;
96 διὰ τί τῶν παναγῶν παρθένων τὰς διαφθαρείσας ἄλλως οὐ κολάζουσιν, ἀλλὰ ἀλλὰ] ἀλλ’ ἢ? ζώσας κατορύττουσι; πότερον ὅτι καίουσι τοὺς ἀποθανόντας, θάπτειν δὲ πυρὶ τὴν τὸ πῦρ τὸ θεῖον ὁσίως μὴ φυλάξασαν οὐκ ἦν δίκαιον· ἢ σῶμα ταῖς μεγίσταις καθωσιωμένον ἁγιστείαις ἀναιρεῖν καὶ προσφέρειν ἱερᾷ γυναικὶ χεῖρας οὐ θεμιτὸν ἐνόμιζον; αὐτὴν οὖν ἀποθανεῖν μηχανώμενοι διʼ αὑτῆς, κατεβίβαζον ὑπὸ γῆν εἰς οἴκημα πεποιημένον, ὅπου καὶ λύχνος ἔκειτο καιόμενος καὶ ἄρτος καὶ γάλακτός τι καὶ ὕδατος· εἶτα γῇ τὸ οἴκημα κατέκρυπτον ἄνωθεν. καὶ οὐδὲ τοῦτον τὸν τρόπον ἀφοσιωσάμενοι τὴν δεισιδαιμονίαν ἐκπεφεύγασιν, ἀλλὰ μέχρι νῦν ἐναγίζουσιν οἱ ἱερεῖς ἐκεῖ βαδίζοντες ἐπὶ τὸν τόπον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme