Thesauros Literature biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
7 ἤ, ὅτι τῷ λαμβάνειν διαφθειρόμεναι μάλιστα προσίενται τοὺς ἀλλοτρίους, σεμνὸν ἐφάνη τὸ μὴ διδόντας ἀγαπᾶν τοὺς ἰδίους;
7 ἢ μᾶλλον ὅτι δεῖ καὶ γυναιξὶ κοινὰ τὰ ἀνδρῶν εἶναι καὶ ἀνδράσι τὰ γυναικῶν; μανθάνει γὰρ ὁ λαβὼν τὸ δοθὲν ἀλλότριον ἡγεῖσθαι τὸ μὴ δοθέν, ὥστʼ ὀλίγον διδόντες ἀλλήλοις τὸ πᾶν ἀφαιροῦνται.
8 διὰ τί δὲ παρὰ γαμβροῦ καὶ παρὰ πενθεροῦ λαβεῖν ἐκείνοις κεκώλυται δῶρον;
8 ἢ παρὰ γαμβροῦ μέν, ἵνα μὴ δόξῃ διὰ τοῦ πατρὸς εἰς τὴν γυναῖκα περιχωρεῖν τὸ δῶρον παρὰ πενθεροῦ δέ, ὅτι τὸν μὴ διδόντα δίκαιον ἐφάνη μηδὲ λαμβάνειν;
9 διὰ τί, κἂν ἐξ ἀγροῦ κἂν ἀπὸ ξένης ἐπανίωσιν, ἔχοντες οἴκοι γυναῖκας προπέμπουσι δηλοῦντες αὐταῖς ὅτι παραγίγνονται;
9 πότερον ὅτι τοῦτο πιστεύοντός ἐστι τὴν γυναῖκα μηδὲν ῥᾳδιουργεῖν, τὸ δʼ ἐξαίφνης καὶ ἀπροσδοκήτως οἷον ἐνέδρα καὶ παρατήρησει, καὶ καὶ added by F.C.B. σπεύδουσιν ὡς ποθούσαις καὶ προσδεχομέναις εὐαγγελίζεσθαι περὶ αὑτῶν αὑτῶν Bernardakis: αὐτῶν.;
9 ἢ μᾶλλον αὐτοὶ περὶ ἐκείνων πυθέσθαι ποθοῦσιν, εἰ σῳζομένας καὶ ποθούσας ἐπὶ τῆς οἰκίας καταλαμβάνουσιν; ἢ πλείονες ταῖς γυναιξὶν οἰκονομίαι καὶ ἀσχολίαι, τῶν ἀνδρῶν ἀπόντων, τυγχάνουσι καὶ διαφοραὶ καὶ ὁρμαὶ ὁρμαὶ] ὀρμαὶ Wyttenbach. πρὸς τοὺς ἔνδον· ἵνʼ οὖν ἀπαλλαγεῖσα τούτων ἀθόρυβον τῷ ἀνδρὶ παρέχῃ τὴν ὑποδοχὴν καὶ ἡδεῖαν, ἡ προδήλωσις γίγνεται,
10 διὰ τί τοὺς θεοὺς προσκυνοῦντες ἐπικαλύπτονται τὴν κεφαλήν, τῶν δʼ ἀνθρώπων τοῖς ἀξίοις τιμῆς ἀπαντῶντες, κἂν τύχωσιν ἐπὶ τῆς κεφαλῆς ἔχοντες τὸ ἱμάτιον, ἀποκαλύπτονται;
10 τοῦτο γὰρ ἔοικε κἀκείνην ἐπιτείνειν τὴν ἀπορίαν. εἰ μὲν οὖν ὁ περὶ Αἰνείου λεγόμενος λόγος ἀληθής ἐστιν, ὅτι ὅτι in E. only; καὶ in other mss. τοῦ Διομήδους παρεξιόντος ἐπικαλυψάμενος τὴν θυσίαν ἐπετέλεσε, λόγον ἔχει καὶ ἀκολουθεῖ τῷ συγκαλύπτεσθαι πρὸς τοὺς πολεμίους τὸ τοῖς φίλοις καὶ ἀγαθοῖς ἐντυγχάνοντας ἀποκαλύπτεσθαι· τὸ γὰρ πρὸς τοὺς θεοὺς οὐκ ἴδιόν ἐστιν ἀλλὰ κατὰ συμβεβηκός, καὶ ἀπʼ ἐκείνου μεμένηκε τηρούμενον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme