111
οὐ μὴν οὐδὲ καθαρεύειν ᾤοντο παντάπασιν οἱ παλαιοὶ τὸ ζῷον καὶ γὰρ Ὀλυμπίων μὲν καὶ γὰρ Ὀλυμπίων μὲν Wyttenbach: (καὶ) Ὀλυμπίων μὲν γὰρ. οὐδενὶ θεῶν καθιέρωται, χθονίᾳ δὲ δεῖπνον Ἑκάτῃ πεμπόμενος εἰς τριόδους ἀποτροπαίων καὶ καθαρσίων ἐπέχει μοῖραν. ἐν δὲ Λακεδαίμονι τῷ φονικωτάτῳ θεῶν Ἐνυαλίῳ σκύλακας ἐντέμνουσι· Βοιωτοῖς δὲ δημοσίᾳ καθαρμός ἐστι κυνὸς διχοτομηθέντος τῶν μερῶν διεξελθεῖν αὐτοὶ δὲ Ῥωμαῖοι τοῖς Λυκαίοις, ἃ Λουπερκάλια καλοῦσιν, ἐν τῷ καθαρσίῳ μηνὶ κύνα θύουσιν. ὅθεν οὐκ ἀπὸ τρόπου τοῖς τὸν ὑπέρτατον καὶ καθαρώτατον εἰληφόσι εἰληφόσι] εἰληχόσι H. Richards and Kronenberg. θεραπεύειν θεὸν ἀπειρῆσθαι κύνα ποιεῖσθαι συνήθη καὶ σύνοικον.
112
διὰ τίνα δʼ αἰτίαν οὐδὲ κιττοῦ θιγεῖν ἐφεῖτο ἐφεῖτο as in 291 B, infra: ἐφίετο. τῷ ἱερεῖ τοῦ Διός, οὐδʼ ὁδὸν διελθεῖν ἀναδενδράδος ἄνωθεν διατεταμένης;
112
ἢ τοῦτο μὲν ὅμοιόν ἐστι τῷ μὴ ἐσθίειν ἐπὶ δίφρου, ἐπὶ δίφρου as in 354 E: ἀπὸ δίφρου. μηδʼ ἐπὶ χοίνικος καθῆσθαι, μηδὲ σάρον ὑπερβαίνειν, οὐ ταῦτα τῶν Πυθαγορικῶν δεδιότων καὶ φυλαττομένων ἀλλʼ ἕτερα τούτοις ἀπαγορευόντων; καὶ γὰρ τὸ ὑπʼ ἄμπελον ὑποπορεύεσθαι τὴν ἀναφορὰν ἐπὶ τὸν οἶνον εἶχεν, ὡς οὐ θεμιτὸν τῷ ἱερεῖ μεθύσκεσθαι. τῶν γὰρ μεθυσκομένων ὑπὲρ κεφαλῆς ὁ οἶνός ἐστι καὶ πιέζονται καὶ ταπεινοῦνται, δέον ὑπερτέρους εἶναι καὶ κρατεῖν ἀεὶ τῆς ἡδονῆς ταύτης ἀλλὰ μὴ κρατεῖσθαι.
112
τὸν δὲ κιττὸν πότερον ὡς ἄκαρπον καὶ ἄχρηστον ἀνθρώποις, ἀδρανῆ δὲ καὶ διʼ ἀσθένειαν ἑτέρων ὀχούντων δεόμενον, σκιᾷ δὲ καὶ χλωρότητος ὄψει γοητεύοντα τοὺς πολλούς, οὐκ ᾤοντο δεῖν ἀσύμβολον ἐν ταῖς οἰκίαις μάτην ἐντρέφεσθαι καὶ περιπλέκεσθαι, βλαβερὸν ὄντα τοῖς προσδεχομένοις φυτοῖς; ἢ ὡς ἢ ὡς added by Titchener and Pohlenz. τῆς γῆς ἐχόμενον; διὸ τῶν μὲν ὀλυμπίων ἱερῶν εἴργεται, καὶ οὔτʼ ἐν Ἥρας Ἀθήνησιν οὔτε Θήβησιν ἐν Ἀφροδίτης ἴδοι τις ἂν κιττόν· Ἀγριωνίοις Ἀγριωνίοις Meziriacus and Wyttenbach: ἄγριον ἴοις δὲ καὶ Νυκτελίοις, ὧν τὰ πολλὰ διὰ σκότους δρᾶται, πάρεστιν.