112
ἢ καὶ τοῦτο συμβολικὴ θιάσων καὶ βακχευμάτων ἀπαγόρευσις ἦν; αἱ γὰρ ἔνοχοι τοῖς βακχικοῖς πάθεσι γυναῖκες εὐθὺς ἐπὶ τὸν κιττὸν φέρονται, καὶ σπαράττουσι δραττόμεναι ταῖς χερσὶ καὶ διεσθίουσαι τοῖς στόμασιν ὥστε μὴ παντελῶς ἀπιθάνους εἶναι τοὺς λέγοντας ὅτι καὶ πνεῦμα μανίας ἔχων ἐγερτικὸν καὶ παρακινητικὸν ἐξίστησι καὶ ταράττει, ταράττει Wyttenbach (cf. 136 c): σπαράττει. καὶ ὅλως ἄοινον ἐπάγει μέθην καὶ χαρὰν χαρὰν Wyttenbach (καρὰν Meziriacus): χάριν τοῖς ἐπισφαλῶς πρὸς ἐνθουσιασμὸν ἔχουσι.
113
διὰ τί τοῖς ἱερεῦσι τούτοις ἀρχὴν οὐκ ἐφεῖτο λαβεῖν οὐδὲ μετελθεῖν, ἀλλὰ ῥαβδούχῳ τε χρῶνται καὶ δίφρον ἡγεμονικὸν ἐπὶ τιμῇ καὶ παραμυθίᾳ τοῦ μὴ ἄρχειν ἔχουσι;
113
πότερον, ὡς ἐνιαχοῦ τῆς Ἑλλάδος ἀντίρροπον ἦν τὸ τῆς ἱερωσύνης ἀξίωμα πρὸς τὸ τῆς βασιλείας, καὶ μὴ τοὺς τοὺς added by F.C.B. τυχόντας ἱερεῖς ἀπεδείκνυσαν;
113
ἢ μᾶλλον ὅτι τῶν μὲν ἱερέων ὡρισμένας πράξεις ἐχόντων τῶν δʼ ἀρχόντων τῶν δ’ ἀρχόντων seems to be required by the context. Meziriacus wrote τῶν δ’ ἀρχῶν and one ms. has τῶν δὲ δημοσίων. ἀτάκτους καὶ ἀορίστους οὐκ ἦν δυνατὸν εἰς ἓν ἅμα τῶν καιρῶν συμπεσόντων ἑκατέρῳ παρεῖναι τὸν αὐτόν, ἀλλʼ ἔδει θάτερα πολλάκις ἀμφοτέρων ἐπειγόντων ἀπολείποντα νῦν μὲν ἀσεβεῖν ἀσεβεῖν Xylander: εὐσεβεῖν. τοὺς θεούς, νῦν δὲ βλάπτειν τοὺς πολίτας;
113
ἢ ἢ] οἱ all mss. but one. ταῖς ἀνθρωπίναις ἐνορῶντες ἀρχαῖς οὐκ ἐλάττονα τῆς ἐξουσίας τὴν ἀνάγκην προσοῦσαν, καὶ τὸν ἄρχοντα δήμου, καθάπερ Ἱπποκράτης ἔφη τὸν ἰατρόν, δεινὰ μὲν ὁρῶντα δεινῶν δεινῶν] ἀηδῶν in both Hippocrates and Lucian, cited in note c on page 169. δʼ ἁπτόμενον, ἐπʼ ἀλλοτρίοις δὲ κακοῖς ἰδίας λύπας καρπούμενον, οὐχ ὅσιον ἡγοῦντο θύειν θεοῖς καὶ ἱερῶν κατάρχεσθαι γενόμενον ἐν καταδίκαις καὶ θανατώσεσι πολιτῶν, πολλάκις δὲ καὶ συγγενῶν καὶ οἰκείων, οἷα καὶ Βρούτῳ συνέτυχε;