103
διὰ τί τοὺς ἀπάτορας σπορίους υἱοὺς καλοῦσιν; οὐ γάρ, ὡς Ἕλληνες νομίζουσι καὶ λέγουσιν οἱ ῥήτορες ἐν ταῖς δίκαις, συμφορητοῦ τινος καὶ κοινοῦ σπέρματος γεγόνασιν, ἀλλʼ ἔστιν ὁ Σπόριος τῶν πρώτων ὀνομάτων, ὡς ὁ Σέξτος καὶ ὁ Δέκιμος καὶ ὁ Γάιος. τὰ δὲ πρῶτα τῶν ὀνομάτων οὐχ ὁλογραφοῦσιν ἀλλʼ ἢ διʼ ἑνὸς γράμματος, ὡς τὸν Τίτον καὶ τὸν Λούκιον καὶ τὸν Μάρκον· ἢ διὰ δυεῖν, ὡς τὸν Τιβέριον Τιβέριον X: βέρριον καὶ τὸν Γναῖον· ἢ διὰ τριῶν, ὡς τὸν Σέξτον καὶ τὸν Σερούιον. ἔστιν οὖν καὶ ὁ Σπόριος τῶν διὰ δυεῖν γραφομένων, τοῦ σ καὶ τοῦ π. γράφουσι δὲ διὰ τούτων καὶ τοὺς ἀπάτορας σίνε πάτρις οἷον ἄνευ πατρός, τῷ μὲν σ τὸ σίνε τῷ δὲ π τό πάτρις σημαίνοντες. τοῦτʼ οὖν τὴν πλάνην ἐποίησε, τὸ διὰ τῶν αὐτῶν γραμμάτων τὸ σίνε πάτρις καὶ τὸν Σπόριον γράφεσθαι. λεκτέον δὲ καὶ τὸν ἕτερον λόγον, ἔστι δʼ ἀτοπώτερος τοὺς γὰρ Σαβίνους φασὶ τὸ τῆς γυναικὸς αἰδοῖον ὀνομάζειν σπόριον, εἶθʼ οἷον ἐφυβρίζοντας οὕτω προσαγορεύειν τὸν ἐκ γυναικὸς ἀγάμου καὶ ἀνεγγύου γεγεννημένον. γεγενημένον
104
διὰ τί τὸν Διόνυσον λίβερουμ πάτρεμ καλοῦσι; πότερον ὡς ἐλευθερίας πατέρα τοῖς πιοῦσι γιγνόμενον· γίγνονται γὰρ οἱ πολλοὶ θρασεῖς καὶ παρρησίας ὑποπιμπλῶνται περὶ τὰς μέθας· ἢ ὅτι τὴν λοιβὴν παρέσχεν; ἤ, ὡς Ἀλέξανδρός Ἀλέξανδρος] Mueller. 3 p. 244 φησιν, ἀπὸ τοῦ παρʼ Ἐλευθερὰς τῆς Βοιωτίας Ἐλευθερέως Ἐλευθερὰς Duebnerus: ἐλευθέρας Διονύσου προσαγορευομένου;