Thesauros Literature biography Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά

Ἀίτια Ῥωμαϊκά Plutarch
10 εἰ δʼ ἄλλο τι λέγειν χρή, σκόπει μὴ μόνον ἐκεῖνο δεῖ ζητεῖν, διʼ ὃ τοὺς θεοὺς προσκυνοῦντες ἐπικαλύπτονται, θάτερον δʼ ἀκόλουθόν ἐστι. τῶν γὰρ ἀνθρώπων ἀποκαλύπτονται τοῖς δυνατωτέροις, οὐ τιμὴν αὐτοῖς προστιθέντες, ἀλλὰ τὸν φθόνον αὐτῶν μᾶλλον ἀφαιροῦντες, ἵνα μὴ δόξωσι τὰς αὐτὰς τοῖς θεοῖς τιμὰς ἀπαιτεῖν μηδʼ ὑπομένειν μηδὲ χαίρειν θεραπευόμενοι παραπλησίως ἐκείνοις. τοὺς δὲ θεοὺς οὕτω προσεκύνουν ἢ ταπεινοῦντες ἑαυτοὺς τῇ ἐπικρύψει τῆς κεφαλῆς, ἢ μᾶλλον εὐλαβούμενοί τινα φωνὴν προσπεσεῖν αὐτοῖς ἔξωθεν εὐχομένοις ἀπαίσιον καὶ δύσφημον ἄχρι τῶν ὤτων ἀνελάμβανον τὸ ἱμάτιον· ὅτι γὰρ ἰσχυρῶς ἐφυλάττοντο ταῦτα, δῆλόν ἐστι τῷ προσιόντας ἐπὶ μαντείαν χαλκωμάτων πατάγῳ περιψοφεῖσθαι.
10 ἢ ὡς Κάστωρ λέγει τὰ Ῥωμαϊκὰ τοῖς Πυθαγορικοῖς συνοικειῶν, τὸν ἐν ἡμῖν δαίμονα δεῖσθαι τῶν ἐκτὸς θεῶν καὶ ἱκετεύειν, τῇ τῆς κεφαλῆς ἐπικαλύψει τὴν τῆς ψυχῆς αἰνιττόμενος αἰνιττόμενος F.C.B.: αἰνιττόμενον. ὑπὸ τοῦ σώματος ἐγκάλυψιν καὶ ἀπόκρυψιν.
11 διὰ τί τῷ Κρόνῳ θύουσιν ἀπαρακαλύπτῳ τῇ κεφαλῇ;
11 πότερον ὅτι τὴν ἐγκάλυψιν Αἰνείας παρέδωκεν, ἡ δὲ τοῦ Κρόνου θυσία παμπάλαιός ἐστιν,
11 ἢ ὅτι τοῖς οὐρανίοις ἐπικαλύπτονται, τὸν δὲ Κρόνον ἡγοῦνται θεὸν ὑπουδαῖον καὶ χθόνιον; ἢ ὅτι τῆς ἀληθείας οὐδὲν ἀπόκρυφον ἀπόκρυφον] all mss. but one have ἐπίκρυφον. ἢ ἐπίσκιον, ἀληθείας δὲ νομίζουσι Ῥωμαῖοι πατέρα τὸν Κρόνον εἶναι;
12 διὰ τί δὲ τὸν Κρόνον πατέρα τῆς ἀληθείας νομίζουσι;
12 πότερον, ὥσπερ ἔνιοι τῶν φιλοσόφων, χρόνον οἴονται τὸν Κρόνον εἶναι, τὸ δʼ ἀληθὲς εὑρίσκει χρόνος· ἢ τὸν μυθολογούμενον ἐπὶ Κρόνου βίον, εἰ δικαιότατος ἦν, εἰκός ἐστι μάλιστα μετέχειν ἀληθείας;
13 διὰ τί καὶ τῷ λεγομένῳ Ὁνώρει θύουσιν ἀπαρακαλύπτῳ ἀπαρακαλύπτῳ E, as above at the beginning of no. 11: ἀκαλύπτῳ. τῇ κεφαλῇ; τὸν δὲ Ὁνῶρεμ δόξαν ἄν τις ἢ τιμὴν μεθερμηνεύσειε.
13 πότερον διότι διότι Wyttenbach: δὲ ὅτι. λαμπρὸν ἡ δόξα καὶ περιφανὲς καὶ ἀναπεπταμένον, διʼ ἣν αἰτίαν τοῖς ἀγαθοῖς καὶ τιμωμένοις ἀνδράσιν ἀποκαλύπτονται, διὰ ταύτην καὶ τὸν ἐπώνυμον τῆς τιμῆς θεὸν οὕτω προσκυνοῦσιν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme