Thesauros Literature biography Αἴτια Ἑλληνικά

Αἴτια Ἑλληνικά

Αἴτια Ἑλληνικά Plutarch
22 τίς ὁ παίδων τάφος παρὰ Χαλκιδεῦσι; Κόθος καὶ Αἶκλος Αἴκλος X: ἄρκλος οἱ Ξούθου παῖδες εἰς Εὔβοιαν ἧκον οἰκήσοντες, Αἰολέων τότε τὰ πλεῖστα τῆς νήσου κατεχόντων. ἦν δὲ τῷ Κόθῳ λόγιον εὖ πράξειν καὶ περιέσεσθαι τῶν πολεμίων, ἐὰν πρίηται τὴν χώραν. ἀποβὰς οὖν μετʼ ὀλίγων ἐνέτυχε παίζουσι παιδαρίοις παρὰ τὴν θάλασσαν· συμπαίζων οὖν αὐτοῖς καὶ φιλοφρονούμενος ἔδειξε παίγνια πολλὰ τῶν ξενικῶν. ὡς δʼ ἑώρα τοὺς παῖδας ἐπιθυμοῦντας λαβεῖν, οὐκ ἔφησεν αὐτοῖς δώσειν ἄλλως, εἰ μὴ τῆς γῆς λάβοι παρʼ αὐτῶν· οἱ δὲ παῖδες οὕτως οὕτως] αὐτῆς? ἀναιρούμενοι χαμᾶθεν χαμᾶθεν Piersonus: χαμαὶθεν ἐδίδοσαν καὶ τὰ παίγνια λαβόντες ἀπηλλάγησαν. οἱ δʼ Αἰολεῖς αἰσθόμενοι τὸ γεγονός, καὶ τῶν πολεμίων αὐτοῖς ἐπιπλεόντων, ὑπʼ ὀργῆς καὶ λύπης διεχρήσαντο τοὺς παῖδας. ἐτάφησαν δὲ παρὰ τὴν ὁδόν, ᾗ βαδίζουσιν ἐκ πόλεως ἐπὶ τὸν Εὔριπον, καὶ ὁ τόπος τάφος παίδων καλεῖται.
23 τίς ὁ μιξαρχαγέτας μιξαρχαγέτας X: μιξαρχαγεύτας ἐν Ἄργει καὶ τίνες οἱ ἐλάσιοι; μιξαρχαγέταν μιξαρχαγέταν X: μιξαρχαγεύταν τὸν Κάστορα καλοῦσι καὶ νομίζουσι παρʼ αὐτοῖς τεθάφθαι· τὸν δὲ Πολυδεύκην ὡς ἕνα τῶν Ὀλυμπίων σέβονται. τοὺς δὲ τὰς ἐπιληψίας ἀποτρέπειν δοκοῦντας ἐλασίους μὲν ὀνομάζουσι, δοκοῦσι δὲ τῶν Ἀλεξίδας τῆς Ἀμφιαράου θυγατρὸς ἀπογόνων εἶναι.
24 τί τὸ παρʼ Ἀργείοις λεγόμενον ἔγκνισμα; τοῖς ἀποβαλοῦσί τινα συγγενῶν ἢ συνήθων ἔθος ἐστὶ μετὰ τὸ πένθος εὐθὺς τῷ Ἀπόλλωνι θύειν, ἡμέραις δʼ ὕστερον τριάκοντα τῷ Ἑρμῇ. νομίζουσι γάρ, ὥσπερ τὰ σώματα τῶν ἀποθανόντων δέχεσθαι τὴν γῆν, οὕτω τὰς ψυχὰς τὸν Ἑρμῆν· τοῦ δʼ Ἀπόλλωνος τῷ ἀμφιπόλῳ κριθὰς διδόντες λαμβάνουσι κρέας τοῦ ἱερείου, καὶ τὸ πῦρ ἀποσβέσαντες ὡς μεμιασμένον παρʼ ἑτέρων δʼ ἐναυσάμενοι, τοῦτο τὸ κρέας ὀπτῶσιν ἔγκνισμα προσαγορεύοντες

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme