28
τί δήποτε παρὰ Τενεδίοις εἰς τὸ τοῦ Τένου ἱερὸν οὐκ ἔξεστιν αὐλητὴν εἰσελθεῖν οὐδʼ Ἀχιλλέως ἐν τῷ ἱερῷ μνησθῆναι; ἦ ὅτι τῆς μητρυιᾶς τὸν Τένην διαβαλούσης ὡς βουλόμενον αὐτῇ συγγενέσθαι Μόλπος ὁ αὐλητὴς τὰ ψευδῆ κατεμαρτύρησεν αὐτοῦ, διὰ τοῦτο τῷ Τένῃ συνέπεσε φεύγειν εἰς Τένεδον μετὰ τῆς ἀδελφῆς; Ἀχιλλεῖ δὲ λέγεται τὴν μητέρα Θέτιν ἰσχυρῶς ἀπαγορεῦσαι μὴ ἀνελεῖν τὸν Τένην ὡς τιμώμενον ὑπʼ Ἀπόλλωνος, καὶ παρεγγυῆσαι ἑνὶ τῶν οἰκετῶν, ὅπως προσέχῃ καὶ ἀναμιμνήσκῃ, μὴ λάθῃ λάθῃ *: λάθοι κτείνας ὁ Ἀχιλλεὺς τὸν Τένην. ἐπεὶ δὲ τὴν Τένεδον κατατρέχων ἐδίωκε τὴν ἀδελφὴν τοῦ Τένου καλὴν οὖσαν ἀπαντήσας θʼ ὁ Τένης ἠμύνετο πρὸ τῆς ἀδελφῆς, καὶ ἡ μὲν ἐξέφυγεν ὁ δὲ Τένης ἀνῃρέθη· ὁ Ἀχιλλεὺς ὁ Ἀχιλλεὺς *: ὁ δ’ Αχιλλεὺς πεσόντα γνωρίσας, τὸν μὲν οἰκέτην ἀπέκτεινεν, ὅτι παρὼν οὐκ ἀνέμνησε· τὸν δὲ Τένην ἔθαψεν, οὗ νῦν τὸ ἱερόν ἐστι, καὶ οὔτʼ αὐλητὴς εἴσεισιν οὔτʼ Ἀχιλλεὺς ὀνομάζεται.
29
τίς ὁ παρʼ Ἐπιδαμνίοις πωλήτης; Ἐπιδάμνιοι γειτνιῶντες Ἰλλυριοῖς ᾐσθάνοντο τοὺς ἐπιμιγνυμένους αὐτοῖς πολίτας γιγνομένους πονηροὺς καὶ φοβούμενοι νεωτερισμὸν ᾑροῦντο πρὸς τὰ τοιαῦτα συμβόλαια καὶ τὰς ἀμείψεις καθʼ ἕκαστον ἐνιαυτὸν ἕνα τῶν δεδοκιμασμένων παρʼ αὐτοῖς, ὃς ἐπιφοιτῶν τοῖς βαρβάροις παρεῖχεν ἀγορὰν καὶ διάθεσιν πᾶσι τοῖς πολίταις πωλήτης προσαγορευόμενος.