Thesauros Literature biography Αἴτια Ἑλληνικά

Αἴτια Ἑλληνικά

Αἴτια Ἑλληνικά Plutarch
30 τίς ἡ περὶ Θρᾴκην Ἀραίνου Ἀραίνου] Ἀραίου? ἀκτή; Ἄνδριοι καὶ Χαλκιδεῖς πλεύσαντες εἰς Θρᾴκην οἰκήσεως ἕνεκα Σάνην μὲν πόλιν ἐκ προδοσίας κοινῇ παρέλαβον, τὴν δʼ Ἄκανθον ἐκλελοιπέναι τοὺς βαρβάρους πυνθανόμενοι, δύο κατασκόπους ἔπεμψαν. ὡς δὲ τῇ πόλει προσιόντες παντάπασι πεφευγότας ᾐσθάνοντο τοὺς πολεμίους, ὁ μὲν Χαλκιδικὸς προεξέδραμεν ὡς καταληψόμενος τοῖς Χαλκιδεῦσι τὴν πόλιν, ὁ δʼ Ἄνδριος οὐ συνεξανύτων ἠκόντισε τὸ δόρυ, καὶ ταῖς πύλαις ἐμπαρέντος μέγα βοήσας μέγα βοήσας Patzigius: μετὰ βοῆς Ἀνδρίων ἔφη παισὶν αἰχμῇ προκατειλῆφθαι τὴν πόλιν. ἐκ τούτου διαφορᾶς γενομένης, ἄνευ πολέμου συνέβησαν Ἐρυθραίοις καὶ Σαμίοις καὶ Παρίοις χρήσασθαι περὶ πάντων δικασταῖς. ἐπεὶ δʼ οἱ μὲν Ἐρυθραῖοι καὶ οἱ Σάμιοι τὴν ψῆφον Ἀνδρίοις ἤνεγκαν, οἱ δὲ Πάριοι Χαλκιδεῦσιν, ἀρὰς ἔθεντο περὶ τὸν τόπον τοῦτον οἱ Ἄνδριοι κατʼ αὐτῶν μήτε δοῦναι γυναῖκα Παρίοις μήτε λαβεῖν παρʼ αὐτῶν· καὶ διὰ τοῦτο προσηγόρευσαν ἀκτὴν Ἀραίνου, Ἀραίνου] Ἀραίου? πρότερον ὀνομαζομένην Δράκοντος
31 διὰ τί τοῖς θεσμοφορίοις αἱ τῶν Ἐρετριέων γυναῖκες οὐ πρὸς πῦρ ἀλλὰ πρὸς ἥλιον ὀπτῶσι τὰ κρέα, καὶ Καλλιγένειαν οὐ καλοῦσιν; ἦ ὅτι ταῖς αἰχμαλώτοις, ἃς ἦγεν ἐκ Τροίας Ἀγαμέμνων, ἐνταῦθα συνέβη θεσμοφόρια θύειν, πλοῦ δὲ φανέντος, ἐξαίφνης ἀνήχθησαν ἀτελῆ τὴν θυσίαν καταλιποῦσαι;
32 τίνες οἱ ἀειναῦται παρὰ Μιλησίοις; τῶν περὶ Θόαντα καὶ Δαμασήνορα τυράννων καταλυθέντων, ἑταιρεῖαι δύο τὴν πόλιν κατέσχον, ὧν ἡ μὲν ἐκαλεῖτο Πλουτὶς ἡ δὲ Χειρομάχα. κρατήσαντες οὖν οἱ δυνατοὶ καὶ τὰ πράγματα περιστήσαντες εἰς τὴν ἑταιρείαν, ἐβουλεύοντο περὶ τῶν μεγίστων ἐμβαίνοντες εἰς τὰ πλοῖα καὶ πόρρω τῆς γῆς ἐπανάγοντες· κυρώσαντες δὲ τὴν γνώμην κατέπλεον, καὶ διὰ τοῦτʼ ἀειναῦται προσηγορεύθησαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme