36
διὰ τί τὸν Διόνυσον αἱ τῶν Ἠλείων γυναῖκες ὑμνοῦσαι παρακαλοῦσι βοέῳ ποδὶ παραγίγνεσθαι πρὸς αὐτάς (ἔχει δʼ οὕτως ὁ ὕμνος ἐλθεῖν, ἐλθεῖν] Bergk 3 p. 656 ἥρω Διόνυσε, Ἀλείων Ἀλείων idem: ἅλιον ἐς ναὸν ἁγνὸν σὺν Χαρίτεσσιν ἐς ναὸν τῷ βοέῳ ποδὶ θύων. εἶτα δὶς ἐπᾴδουσιν ἄξιε ταῦρε); πότερον ὅτι καὶ βουγενῆ προσαγορεύουσι καὶ ταῦρον ἔνιοι τὸν θεόν, ἢ τῷ μεγάλῳ ποδὶ βοέῳ λέγουσιν, ὡς βοῶπιν ὁ ποιητὴς τὴν μεγαλόφθαλμον καὶ βουγάιον τὸν μεγάλαυχον; cf. Hom. A 551 passim. N 824 ἢ μᾶλλον, ὅτι τοῦ βοὸς ὁ ποὺς ἀβλαβής ἐστι τὸ δὲ κερασφόρον κερασφόρον] κέρας σφοδρὸν καὶ Patzigius. An κέρας φοβερὸν καὶ? ἐπιβλαβές, οὕτω τὸν θεὸν παρακαλοῦσι πρᾶον ἐλθεῖν καὶ ἄλυπον; ἢ ὅτι καὶ ἀρότου ἀρότου W: ἀρότρου καὶ σπόρου πολλοὶ τὸν θεὸν ἀρχηγὸν γεγονέναι νομίζουσι;