36
διὰ τί τὸν Διόνυσον αἱ τῶν Ἠλείων γυναῖκες ὑμνοῦσαι παρακαλοῦσι βοέῳ ποδὶ παραγίγνεσθαι πρὸς αὐτάς; ἔχει δʼ οὕτως ὁ ὕμνος. ἐλθεῖν, ἥρω Διόνυσε, Ἀλεῖον Ἀλεῖον Cobet; Ἀλείων Bergk: ἅλιον. ἐς ναὸν ἁγνὸν σὺν Χαρίτεσσιν ἐς ναὸν τῷ βοέῳ ποδὶ θύων ʼ εἶτα δὶς ἐπᾴδουσιν ʼἄξιε ἐπᾴδουσι, Νάξιε Cobet. ταῦρε.ʼ
36
πότερον ὅτι καὶ βουγενῆ προσαγορεύουσι καὶ ταῦρον ταῦρον] κερασφόρον Kronenberg. ἔνιοι τὸν θεὸν ἢ τῷ μεγάλῳ ποδὶ βοέῳ λέγουσιν, ὡς βοῶπιν ὁ ποιητὴς τὴν μεγαλόφθαλμον καὶ βουγάιον τὸν μεγάλαυχον;
36
ἤ μᾶλλον, ὅτι τοῦ βοὸς ὁ ποὺς ἀβλαβής ἐστι τὸ δὲ κερασφόρον κερασφόρον] κέρας Kronenberg. ἐπιβλαβές, οὕτω τὸν θεὸν παρακαλοῦσι πρᾶον ἐλθεῖν καὶ ἄλυπον;
36
ἢ ὅτι καὶ ἀρότου ἀρότου Wyttenbach: ἀρότρου. καὶ σπόρου πολλοὶ τὸν θεὸν ἀρχηγὸν γεγονέναι νομίζουσι;
37
διὰ τί Ταναγραίοις πρὸ τῆς πόλεως ἔστιν Ἀχίλλειον, τόπος οὕτω προσαγορευόμενος; ἔχθρα γὰρ αὐτῷ μᾶλλον ἢ φιλία λέγεται γεγονέναι πρὸς τὴν πόλιν, ἁρπάσαντι μὲν τὴν μητέρα τοῦ Ποιμάνδρου Στρατονίκην, ἀποκτείναντι δʼ υἱὸν Ἐφίππου Ἐφίππου] Wyttenbach would omit. Ἀκέστορα.