Thesauros Literature biography Αἴτια Ἑλληνικά

Αἴτια Ἑλληνικά

Αἴτια Ἑλληνικά Plutarch
38 τὰς Μινύου θυγατέρας φασὶ Λευκίππην καὶ Ἀρσινόην καὶ Ἀλκαθόην μανείσας ἀνθρωπίνων ἐπιθυμῆσαι κρεῶν καὶ διαλαχεῖν περὶ τῶν τέκνων· Λευκίππης λαχούσης παρασχεῖν Ἵππασον τὸν υἱὸν διασπάσασθαι· κληθῆναι τοὺς μὲν ἄνδρας αὐτῶν δυσειματοῦντας ὑπὸ λύπης καὶ πένθους ψολόεις, αὐτὰς δὲ ὀλείας οἷον ὀλοάς. αὐτὰς... ὀλοάς Meziriacus: τὰς αἰολείας (καὶ οἰωνολόας in E) οἰωνολόας. καὶ μέχρι νῦν Ὀρχομένιοι τὰς ἀπὸ τοῦ γένους οὕτω καλοῦσι. καὶ γίγνεται παρʼ ἐνιαυτὸν ἐν τοῖς Ἀγριωνίοις φυγὴ καὶ δίωξις αὐτῶν ὑπὸ τοῦ ἱερέως τοῦ Διονύσου ξίφος ἔχοντος. ἔξεστι δὲ τὴν καταληφθεῖσαν ἀνελεῖν, καὶ ἀνεῖλεν ἐφʼ ἡμῶν Ζωίλος ὁ ἱερεύς. ἀπέβη δʼ εἰς οὐδὲν χρηστὸν αὐτοῖς, ἀλλʼ ὅ τε Ζωίλος ἔκ τοῦ ἔκ του F.C.B.: ἐκ τοῦ. τυχόντος ἑλκυδρίου ἑλκυδρίου (the better attested form) Hatzidakis: ἑλκειδίου or ἑλκυδίου. νοσήσας καὶ διασαπεὶς πολὺν χρόνον ἐτελεύτησεν, οἳ τʼ Ὀρχομένιοι δημοσίαις βλάβαις καὶ καταδίκαις περιπεσόντες ἐκ τοῦ γένους τὴν ἱερωσύνην μετέστησαν, ἐκ πάντων αἱρούμενοι τὸν ἄριστον.
39 διὰ τί τοὺς εἰς τὸ Λύκαιον εἰσελθόντας ἑκουσίως καταλεύουσιν οἱ Ἀρκάδες· ἂν δʼ ὑπʼ ἀγνοίας, εἰς Ἐλευθερὰς ἀποστέλλουσι;
39 πότερον ὡς ἐλευθερουμένων αὐτῶν διὰ τὴν ἀπόλυσιν ἔσχεν ὁ λόγος πίστιν, καὶ τοιοῦτόν ἐστι τὸ εἰς Ἐλευθεράς, οἷον τὸ εἰς Ἀμελοῦς χώραν καὶ τὸ ἥξεις εἰς Ἀρέσαντος ἕδος;
39 ἢ κατὰ τὸν μῦθον ἐπεὶ μόνοι τῶν Λυκάονος Λυκάονος the usual form: Λυκάωνος. παίδων Ἐλευθὴρ καὶ Λέβαδος Λέβαδος the better spelling: Λεβεάδος. οὐ μετέσχον τοῦ περὶ τὸν Δία μιάσματος ἀλλʼ εἰς Βοιωτίαν ἔφυγον, καὶ Λεβαδεῦσιν ἔστιν ἰσοπολιτεία πρὸς Ἀρκάδας, εἰς Ἐλευθερὰς οὖν ἀποπέμπουσι τοὺς ἐν τῷ ἀβάτῳ τοῦ Διὸς ἀκουσίως γενομένους;
39 ἢ ὡς Ἀρχίτιμος ἐν τοῖς Ἀρκαδικοῖς ἐμβάντας τινὰς κατʼ ἄγνοιαν φησιν ὑπʼ Ἀρκάδων παραδοθῆναι Φλιασίοις, ὑπὸ δὲ Φλιασίων Μεγαρεῦσιν, ἐκ δὲ Μεγαρέων εἰς Θήβας κομιζομένους περὶ τὰς Ἐλευθερὰς ὕδατι καὶ βρονταῖς καὶ διοσημίαις ἄλλαις κατασχεθῆναι; ἀφʼ οὗ δὴ καὶ τὸν τόπον Ἐλευθερὰς ἔνιοί φασι προσαγορεύεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme