12
περὶ δὲ τῆς Χαρίλλης Χαρίλλης... Χάριλλαν Hatzidakis: Χαρίλας... Χάριλαν. τοιαῦτά τινα μυθολογοῦσι. λιμὸς ἐξ αὐχμοῦ τοὺς Δελφοὺς κατέσχε καὶ πρὸς τὰς θύρας τοῦ βασιλέως ἐλθόντες μετὰ τέκνων καὶ γυναικῶν ἱκέτευον. ὁ δὲ τῶν ἀλφίτων καὶ τῶν χεδρόπων μετεδίδου τοῖς γνωριμωτέροις αὐτῶν· οὐ γὰρ ἦν ἱκανὰ πᾶσιν. ἐλθούσης δὲ παιδὸς ἔτι μικρᾶς ὀρφανῆς γονέων καὶ προσλιπαρούσης, ἐρράπισεν αὐτὴν ὑποδήματι καὶ τῷ προσώπῳ τὸ ὑπόδημα προσέρριψεν· ἡ δέ, πενιχρά τις οὖσα καὶ ἔρημος οὐκ ἀγεννὴς δὲ δὲ Hutten: τε or τις. τὸ ἦθος, ἐκποδὼν γενομένη καὶ λύσασατὴν ζώνην ἀνήρτησεν ἑαυτήν. ἐπιτείνοντος δὲ τοῦ λιμοῦ καὶ νοσημάτων προσγενομένων, ἀνεῖλεν ἡ Πυθία τῷ βασιλεῖ Χάριλλαν χαρίλλης... Χάριλλαν Hatzidakis: Χαρίλας... Χάριλαν. ἱλάσκεσθαι, παρθένον αὐτοθάνατον. μόλις οὖν ἀνευρόντες ὅτι τοὔνομα τοῦτʼ ἦν τῇ ῥαπισθείσῃ παιδί, μεμειγμένην τινὰ καθαρμῷ θυσίαν ἀπετέλεσαν, ἣν ἐπιτελοῦσιν ἔτι καὶ νῦν διʼ ἐννέα ἐτῶν. προκάθηται μὲν γὰρ ὁ βασιλεὺς τῶν ἀλφίτων καὶ τῶν χεδρόπων ἐπιδιδοὺς πᾶσι καὶ ξένοις καὶ πολίταις, κομίζεται δὲ τῆς Χαρίλλης χαρίλλης... Χάριλλαν Hatzidakis: Χαρίλας... Χάριλαν. παιδικὸν εἴδωλον ὅταν οὖν πάντες λάβωσιν, ὁ μὲν βασιλεὺς ῥαπίζει τῷ ὑποδήματι τὸ εἴδωλον, ἡ δὲ τῶν Θυιάδων ἀρχηγὸς ἀραμένη κομίζει πρός τινα τόπον φαραγγώδη, κἀκεῖ σχοινίον περιάψαντες τῷ τραχήλῳ τοῦ εἰδώλου κατορύττουσιν, ὅπου τὴν Χάριλλαν χαρίλλης... Χάριλλαν Hatzidakis: Χαρίλας... Χάριλαν. ἀπαγξαμένην ἔθαψαν.
13
τί τὸ πτωχικὸν κρέας παρʼ Αἰνιᾶσι;