Thesauros Literature biography Αἴτια Ἑλληνικά

Αἴτια Ἑλληνικά

Αἴτια Ἑλληνικά Plutarch
15 Ὀζόλας δὲ Λοκροὺς οἱ μὲν διὰ τὸν Νέσσον, οἱ δὲ διὰ δὲ διὰ Bernardakis: δὲ. τὸν Πύθωνα δράκοντα κληθῆναι λέγουσιν, ἐκβρασθέντας ὑπὸ τῆς θαλάττης καὶ σαπέντας ἐν τῇ τῶν Λοκρῶν χώρᾳ. τινὲς δὲ κώδια καὶ τραγέας τοὺς ἀνθρώπους φοροῦντας καὶ τὰ πλεῖστα συνόντας αἰπολίοις γενέσθαι δυσώδεις. ἔνιοι δὲ τοὐναντίον πολυάνθεμον τὴν χώραν οὖσαν ὑπʼ εὐωδίας τοὔνομα λαβεῖν· ὧν ἐστι καὶ Ἀρχύτας ὁ Ἀμφισσεύς· γέγραφε γὰρ οὕτω τὰν τὰν and ἐραννάν are necessary for τὴν and ἐραννήν of the mss. if the words are Doric. βοτρυοστέφανον μυρίπνουν Μάκυναν ἐραννήν. τὰν and ἐραννάν are necessary for τὴν and ἐραννήν of the mss. if the words are Doric.
16 τί τὸ καλούμενον ὑπὸ Μεγαρέων ἀφάβρωμα;
16 Νῖσος, ἀφʼ οὗ προσηγορεύθη Νίσαια, βασιλεύων ἐκ Βοιωτίας ἔγημεν Ἀβρώτην, Ἁβρώτην Crönert: Ἀβρώτην. Ὀγχήστου θυγατέρα, Μεγαρέως δʼ ἀδελφήν, γυναῖκα καὶ τῷ φρονεῖν ὡς ἔοικε περιττὴν καὶ σώφρονα διαφερόντως. ἀποθανούσης δʼ αὐτῆς, οἵ τε Μεγαρεῖς ἐπένθησαν ἑκουσίως καὶ ὁ Νῖσος ἀιδίαν τινὰ μνήμην καὶ δόξαν αὐτῆς καταστῆναι καταστῆναι] καταστῆσαι H. Richards and some mss. βουλόμενος ἐκέλευε ἐκέλευε] ἐκέλευσε Bernardakis. τὰς ἀστὰς τὰς ἀστὰς Bryan: τὰ ὀστᾶ (Μεγαρίδας in two mss. can be defended). φορεῖν ἣν ἐκείνη στολὴν ἐφόρει, καὶ τὴν στολὴν ἀφάβρωμα διʼ ἐκείνην ὠνόμασε. δοκεῖ δὲ τῇ δόξῃ τῆς γυναικὸς καὶ ὁ θεὸς βοηθῆσαι· πολλάκις γὰρ τὰς ἐσθῆτας ἀλλάξαι βουλομένας τὰς Μεγαρίδας χρησμῷ διεκώλυσε.
17 τίς ὁ δορίξενος δορίξενος] δορύξενος in nearly all mss.;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme