Thesauros Literature biography Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν Plutarch
18 Θρᾷκες Ἀθηναίοις πολεμοῦντες χρησμὸν ἔλαβον, ὡς, ἐὰν Κόδρου φείσωνται, νικῆσαι· ὁ δὲ δρέπανον λαβὼν ἧκεν εἰς τοὺς ἐναντίους ἐν εὐτελοῦς σχήματι, καὶ ἕνα φονεύσας ὑπὸ θατέρου ἀνῃρέθη. οὕτω τʼ ἐνίκησαν οἱ Ἀθηναῖοι· ὡς Σωκράτης Σωκράτης] Σώστρατος idem 4 p. 504 ἐν δευτέρῳ Θρᾳκικῶν. Πούπλιος Δέκιος πρὸς Ἀλβανοὺς πολεμῶν ὄναρ εἶδεν, ἐὰν ἀποθάνῃ, Ῥώμην προσποιήσειν Ῥωμαίοις. ἐλθὼν εἰς μέσους καὶ πολλοὺς φονεύσας ἀνῃρέθη. ὁμοίως δὲ καὶ ὁ υἱὸς αὐτοῦ Δέκιος ἐν τῷ πρὸς Γάλλους πολέμῳ τοὺς Ῥωμαίους διέσῳσεν· ὡς Ἀριστείδης Μιλήσιος
19 Κυάνιππος γένει Συρακούσιος μόνῳ Διονύσῳ οὐκ ἔθυεν· ὁ δὲ θεὸς ὀργισθεὶς μέθην ἐνέσκηψε, καὶ ἐν τόπῳ σκοτεινῷ τὴν θυγατέρα ἐβιάσατο Κυάνην· ἡ δὲ τὸν δακτύλιον περιελομένη ἔδωκε τῇ τροφῷ, ἐσόμενον ἀναγνώρισμα. λοιμωξάντων δὲ καὶ τοῦ Πυθίου εἰπόντος μὲν δεῖν τὸν ἀσεβῆ τροπαίοις θεοῖς σφαγιάσαι, τῶν δʼ ἄλλων ἀγνοούντων τὸν χρησμόν, γνοῦσα ἡ Κυάνη καὶ ἐπιλαβομένη τῶν τριχῶν εἷλκε, καὶ αὐτὴ κατασφάξασα τὸν πατέρα ἑαυτὴν ἐπέσφαξε· καθάπερ Δοσίθεος Δοσίθεος] Mueller. 4 p. 401 ἐν τῷ τρίτῳ Σικελικῶν. τῶν Διονυσίων ἐν τῇ Ῥώμῃ ἀγομένων, Ἀρούντιος Ἀρούντιος *: ἀρνούτιος ἐκ γενετῆς ὑδροπότης ἐξουδένιζε τὴν τοῦ θεοῦ δύναμιν· ὁ δὲ μέθην ἐνέβαλε, καὶ ἐβιάσατο τὴν θυγατέρα Μεδουλλίναν. ἡ δὲ ἐκ δακτυλίου γνοῦσα τὸ γένος καὶ πρεσβύτερα τῆς ἡλικίας φρονήσασα, μεθύσασα τὸν πατέρα καὶ στεφανώσασα ἤγαγεν ἐπὶ τὸν βωμὸν τῆς Ἀστραπῆς καὶ δακρύσασα ἀνεῖλε τὸν ἐπίβουλον τῆς παρθενίας· ὡς Ἀριστείδης Ἀριστείδης] Mueller. 4 p. 321 ἐν τρίτῃ Ἰταλικῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme