Thesauros Literature biography Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν Plutarch
20 Ἐρεχθεύς πρὸς Εὔμολπον πολεμῶν ἔμαθε νικῆσαι, νικήσειν Nauck. ἐὰν τὴν θυγατέρα προθύσῃ, καὶ συγκοινωνήσας τῇ γυναικὶ Πραξιθέᾳ προέθυσε τὴν παῖδα. μέμνηται Εὐριπίδης ἐν Ἐρεχθεῖ. Ἐρεχθεὶ cf. Stob. 39, 33. Nauck. p. 369 Μάριος πρὸς Κίμβρους πόλεμον ἔχων καὶ ἡττώμενος ὄναρ εἶδεν, ὅτι νικήσει, ἐὰν τὴν θυγατέρα προθύσῃ· ἦν δʼ αὐτῷ Καλπουρνία· προκρίνας δὲ τῆς φύσεως τοὺς πολίτας ἔδρασε καὶ ἐνίκησε. καὶ ἔτι καὶ νῦν βωμοὶ εἰσὶ δύο ἐν Γερμανίᾳ, οἳ κατʼ ἐκεῖνον τὸν καιρὸν ἦχον σαλπίγγων ἀποπέμπουσιν· ὡς Δωρόθεος Δωρόθεος] cf. Lib. de Fluviis23, 3 ἐν τετάρτῳ Ἰταλικῶν.
21 Κυάνιππος τῷ γένει Θετταλὸς ἐπὶ θήραν συνεχῶς ἐξῄει· ἡ δὲ νεόνυμφος αὐτοῦ ὑπολαβοῦσα διὰ τὸ πολλάκις ἐν ὕλαις μένειν συνήθειαν ἔχειν μεθʼ ἑτέρας, κατʼ ἴχνος ἠκολούθησε τῷ Κυανίππῳ· καὶ ἔν τινι κατακρυβεῖσα συνδένδρῳ, τὸ μέλλον ἀπεκαραδόκει. τῶν δὲ κλάδων σεισθέντων, οἱ κύνες θηρίον εἶναι δόξαντες ὥρμησαν καὶ τὴν φίλανδρον ἀλόγου δίκην ζῴου διεσπάραξαν. ὁ δὲ Κυάνιππος τῆς τῆς H ἀνελπίστου πράξεως αὐτόπτης γενόμενος ἑαυτὸν ἀπέσφαξεν· ὡς Παρθένιος Παρθένιος] cf. Erot. Script. ed. Hercher. 1 p. 14 ὁ ποιητής. ἐν Συβάρει πόλει τῆς Ἰταλίας νέος περίβλεπτος τὸ κάλλος Αἰμίλιος φιλοκύνηγος ἦν· ἡ δὲ νεόνυμφος δόξασα ἑτέρᾳ συνεῖναι εἰσῄει εἰς τὴν νάπην. τῶν δὲ δένδρων σεισθέντων, οἱ κύνες ἐπιδραμόντες διέσπασαν· ὁ δὲ ἐπέσφαξεν ἑαυτόν· ὡς Κλειτώνυμος Κλειτώνυμος] cf. Lib. de Fluviis3, 4 ἐν δευτέρῳ Συβαριτικῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme