Thesauros Literature biography Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν Plutarch
24 Πρίαμος Πολύδωρον ἐξέθετο εἰς Θρᾴκην μετὰ χρυσίου πρὸς Πολυμήστορα τὸν γαμβρόν· ὡς δʼ ἐγγὺς ἦν τοῦ πορθεῖσθαι ἡ πόλις, μετὰ τὴν ἅλωσιν ἀπέκτεινε τὸν παῖδα, ὡς ἂν κερδήσῃ τὸν χρυσόν. Ἑκάβη δʼ ἐπὶ τοὺς τόπους παραγενομένη καὶ σοφισαμένη ὡς χρυσὸν δώσουσα ἅμα ταῖς αἰχμαλωτίσι αἰχμαλωτίσι *: αἰχμαλώτισι ταῖς χερσὶν χερσὶν] κερκίσιν Musgravius ἐξετύφλωσεν· ὡς Εὐριπίδης Εὐριπίδης] in Hecuba ὁ τραγῳδοποιός. τραγῳδοποιός] ραγῳδιοποιός? Ἀννίβᾳ Καμπανοὺς λεηλατοῦντος, Λούκιος Θύμβρις τὸν υἱὸν Ῥούστιον μετὰ χρημάτων ἔθετο πρὸς Οὐαλέριον Γέστιον ὄντα γαμβρόν. ὁ δὲ νενίκηκεν. ἀκούσας δὲ ὁ Καμπανὸς φιλαργυρίᾳ παρέβη τὰ δίκαια τῆς φύσεως, τὸν παῖδα φονεύσας. ὁ δὲ Θύμβρις διὰ τῆς ἀγροικίας πορευόμενος καὶ τῷ σώματι τοῦ παιδὸς ἐντυχὼν ἔπεμψεν ἐπὶ τὸν γαμβρὸν ὡς δείξων θησαυρούς· ἐλθόντα δʼ ἐτύφλωσε καὶ ἐσταύρωσεν. ὡς Ἀριστείδης Ἀριστείδης] Mueller. 4. p. 321 ἐν τρίτῳ Ἰταλικῶν.
25 Φώκου ὄντος ἐκ Ψαμάθης Αἰακῷ καὶ στεργομένου, Τελαμὼν ἦγεν ἐπὶ θήραν· καὶ συὸς ἐπιφανέντος κατὰ τοῦ μισουμένου ἐπαφῆκε τὸ δόρυ καὶ ἐφόνευσεν. ὁ δὲ πατὴρ ἐφυγάδευσεν· ὡς Δωρόθεος ἐν πρώτῳ Μεταμορφώσεων. Γάϊος Μάξιμος ἔχων υἱοὺς Σιμίλιον καὶ Ῥῆσον· τοῦτον ἐγέννησεν ἐξ Ἀμερίας Κόνων ὁ Ῥῆσος· Κόνων ὁ ʽρῆσος] corrupta W οὗτος ἐν κυνηγεσίῳ ἀπέκτεινε τὸν ἀδελφὸν καὶ ὑποστρέψας τὸ σύμπτωμα τύχης εἶπεν οὐ κρίσεως γεγονέναι. ὁ δὲ γνοὺς τἀληθὲς ἐφυγάδευσεν· ὡς Ἀριστοκλῆς Ἀριστοκλῆς] Mueller. 4 p. 330 ἐν τρίτῳ Ἰταλικῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme