Thesauros Literature biography Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν Plutarch
28 Αἴολος τῶν κατὰ Τυρρηνίαν βασιλεὺς ἔσχεν ἐξ Ἀμφιθέας θυγατέρας ἓξ καὶ ἴσους ἄρρενας· Μακαρεὺς δὲ ὁ νεώτατος ἔρωτι ἔφθειρε μίαν, ἡ δὲ παιδίον ἐκύησεν. ἐμπεσοῦσα δὲ καὶ ξίφους πεμφθέντος ὑπὸ τοῦ πατρός, ἄνομον ἄνομον] ὃ νόμον Mueller. κρίνασα ἑαυτὴν διεχρήσατο· ὁμοίως δὲ καὶ ὁ Μακαρεύς· ὡς Σώστρατος Σώστρατος] Mueller. 4 p. 504 ἐν δευτέρᾳ Τυρρηνικῶν. Παπίριος Τόλουκερ γήμας Ἰουλίαν Ποῦλχραν ἔσχεν ἓξ θυγατέρας καὶ τοὺς ἴσους τοὺς ἴσους] ἴσους an ἴσους τοὺς ἄρρενας. τούτων ὁ πρεσβύτατος Παπίριος Ῥωμᾶνος τῆς ἀδελφῆς ἐρασθεὶς Κανουλίας ἔγκυον ἐποίησε. μαθὼν δὲ ὁ πατὴρ τῇ θυγατρὶ ξίφος ἔπεμψεν· ἡ δὲ ἑαυτὴν ἀνεῖλε· τὸ αὐτὸ δὲ καὶ ὁ Ῥωμᾶνος ἔπραξεν· ὡς Χρύσιππος Χρύσιππος] Mueller. 4 p. 362 ἐν τῷ πρώτῳ Ἰταλικῶν.
29 Ἀριστώνυμος Ἀριστώνυμος X: ἀρίστων ἀριστώνυμος Ἐφέσιος υἱὸς Δημοστράτου ἐμίσει γυναῖκας, ὄνῳ δʼ ἐμίσγετο· ἡ δὲ κατὰ χρόνον ἔτεκε κόρην εὐειδεστάτην Ὀνόσκελιν τοὔνομα· ὡς Ἀριστοτέλης Ἀριστοτέλης] Ἀριστοκλέους Stob. 64, 37. vid. Mueller. 4 p. 330 ἐν δευτέρᾳ παραδόξων. Φουλούιος Στέλλος μισῶν γυναῖκας ἵππῳ συνεμίσγετο· ἡ δὲ κατὰ χρόνον ἔτεκε κόρην εὔμορφον καὶ ὠνόμασεν Ἔποναν· ἔστι δὲ θεὸς πρόνοιαν ποιουμένη ἵππων· ὡς Ἀγησίλαος Ἀγησίλαος Mueller. 4 p. 292 ἐν τρίτῳ Ἰταλικῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme