41
Τηλέγονος Ὀδυσσέως καὶ Κίρκης ἐπʼ ἀναζήτησιν τοῦ πατρὸς πεμφθεὶς ἔμαθε πόλιν κτίσαι, ἔνθα ἂν ἴδῃ γεωργοὺς ἐστεφανωμένους καὶ χορεύοντας. γενόμενος δὲ κατά τινα τόπον τῆς Ἰταλίας καὶ θεασάμενος ἀγροίκους πρινίνοις κλάδοις ἐστεφανωμένους καὶ ὀρχήσει προσευκαιροῦντας, ἔκτισε πόλιν, ἀπὸ τοῦ συγκυρήματος Πρίνιστον ὀνομάσας, ἣν Ῥωμαῖοι παραγώγως Πραίνεστον καλοῦσιν· ὡς ἱστορεῖ πελ Ἀριστοκλῆς ἐν τρίτῳ Ἰταλικῶν.