2
Πορσίνας Τούσκων βασιλεὺς πέραν ποταμοῦ Θύμβρεως στρατεύσας ἐπολέμησε Ῥωμαίοις, καὶ τὴν ἀπὸ σιτίων φερομένην εὐθηνίαν Ῥωμαίοις μέσην λαβὼν λιμῷ τοὺς προειρημένους ἔτρυχε. τῆς δὲ συγκλήτου συγκεχυμένης, Μούκιος τῶν ἐπισήμων ἀνὴρ λαβὼν τετρακοσίους ἀπὸ τῶν ὑπάτων ὁμήλικας ἐν ἰδιωτικῷ σχήματι τὸν ποταμὸν διῆλθεν. ἰδὼν δὲ τὸν σωματοφύλακα τοῦ τυράννου τὰ ἐπιτήδεια διαδιδόντα τοῖς στρατηγοῖς, ὑπολαβὼν αὐτὸν τὸν Πορσίναν εἶναι ἀνεῖλεν. ἀχθεὶς δὲ ἐπὶ τὸν βασιλέα τοῖς ἐμπύροις ἐπέθηκε τὴν δεξιὰν χεῖρα καὶ στέξας τὰς ἀλγηδόνας εὐψύχως ἐμειδίασεν εἰπών, βάρβαρε, λέλυμαι, κἂν μὴ θέλῃς· καὶ ἴσθι ἡμᾶς καρὰ σοῦ τετρακοσίους ὄντας ἐν τῷ στρατοπέδῳ, οἵ σε ἀνελεῖν ζητοῦμεν. ὁ δὲ φοβηθεὶς σπονδὰς πρὸς Ῥωμαίους ἐποιήσατο· καθάπερ ἱστορεῖ Ἀριστείδης ὁ Μιλήσιος ἐν τρίτῃ ἱστοριῶν.
3
ἀργεῖν καὶ Λακεδαιμονίων ὑπὲρ Θυρεάτιδος χώρας πολεμούντων, οἱ Ἀμφικτύονες ἔκριναν πολεμῆσαι τριακοσίους ἑκατέρων καὶ τῶν νικησάντων εἶναι τὴν χώραν. Λακεδαιμόνιοι μὲν οὖν Ὀθρυάδην ἐποίησαν στρατηγὸν Ἀργεῖοι δὲ Θέρσανδρον. πολεμούντων δὲ δύο ἐκ τῶν Ἀργείων περιελείφθησαν, Ἀγήνωρ καὶ Χρόμιος οἵτινες εἰς τὴν πόλιν ἤγγειλαν τὴν νίκην. ἐρημίας δʼ ὑπαρχούσης ὁ Ὀθρυάδης ἐπιζήσας καὶ ἡμικλάστοις δόρασιν ἐπερειδόμενος τὰς τῶν νεκρῶν ἁρπάζων ἀσπίδας περιείλετο· καὶ τρόπαιον στήσας ἐκ τοῦ ἰδίου αἵματος ἐπέγραψε Διὶ τροπαιούχῳ. καὶ τῶν δύο στάσιν ἐχόντων, οἱ Ἀμφικτύονες αὐτόπται γενόμενοι Λακεδαιμονίους προκρίνουσι· καθάπερ Χρύσερμος ἐν τρίτῳ Πελοποννησιακῶν.