Thesauros Literature biography Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν Plutarch
34 Θησεύς ταῖς ἀληθείαις παῖς Ποσειδῶνος, ἔχων δʼ ἐξ Ἱππολύτης Ἀμαζόνος Ἱππόλυτον, ἐπέγημε μητρυιὰν Φαίδραν τὴν Μίνωος, ἥτις τοῦ προγόνου εἰς ἐπιθυμίαν ἐμπεσοῦσα τὴν τροφὸν ἔπεμψεν· ὁ δὲ καταλείψας Ἀθήνας καὶ εἰς Τροιζῆνα παραγενόμενος κυνηγεσίαις προσανέκειτο. τῆς δὲ προαιρέσεως ἡ ἀσελγὴς ἀποτυχοῦσα ψευδεῖς κατὰ τοῦ σώφρονος ἐπιστολὰς ἐχάραξε καὶ βρόχῳ τὸ ζῆν ἀνήρτησε. ἀνήρτησε] περιέγραψε Stob. 64, 38. ἀνήρπασε? Θησεὺς δὲ πιστεύσας ᾐτήσατο παρὰ Ποσειδῶνος ἀπολέσθαι τὸν Ἱππόλυτον, ἐκ τῶν τριῶν εὐχῶν ἃς εἶχε παρʼ αὐτοῦ. ὁ δὲ παρʼ αἰγιαλὸν ἐπὶ ἅρματος τυχόντι ταῦρον ἔπεμψε καὶ ἐπτόησε τοὺς ἵππους, οἳ συνέτριψαν τὸν Ἱππόλυτον. Κομμίνιος Σοῦπερ Λαυρεντῖνος ἔχων υἱὸν ἐξ Ἐγερίας νύμφης Κομμίνιον ἐπήγαγε μητρυιὰν Γινδίκαν· ἥτις ἐρασθεῖσα τοῦ προγόνου καὶ ἀποτυχοῦσα βρόχῳ κατέστρεψε τὸν βίον, ἐπιστολὰς καταλείψασα ψευδεῖς. ὁ δὲ Κομμίνιος ἀναγνοὺς τὰ ἐγκλήματα καὶ τῷ ζήλῳ πιστεύσας ἐπεκαλέσατο τὸν Ποσειδῶνα. ὁ δὲ τῷ παιδὶ ἐπὶ ἅρματος ὀχουμένῳ ταῦρον ἔδειξε, καὶ οἱ ἵπποι τὸν νέον σύραντες ἀπώλεσαν· ὡς Δοσίθεος Δοσίθεος Mueller. 4 p. 400. 401 ἐν τρίτῳ Ἰταλικῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme