Thesauros Literature biography Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν Plutarch
41 Ἡγησίστρατος ἀνὴρ Ἐφέσιος ἐμφύλιον φόνον δράσας ἔφυγεν εἰς Δελφοὺς καὶ ἠρώτα τὸν θεὸν ποῦ οἰκήσειεν. ὁ δʼ Ἀπόλλων ἀνεῖλεν, ἀνεῖλεν *: ἀνεῖπεν ἔνθα ἂν ἴδῃ χορεύοντας ἀγροίκους θαλλοῖς ἐλαίας ἐστεφανωμένους. γενόμενος δὲ κατὰ τὸν τόπον τῆς Ἀσίας καὶ θεασάμενος φύλλοις ἐλαίας ἐστεφανωμένους γεωργοὺς καὶ χορεύοντας, ἔκτισεν αὐτοῦ πόλιν καὶ ἐκάλεσεν, Ἐλαιοῦντα· ὡς Πυθοκλῆς Πυθοκλῆς] Mueller. 3 p. 488 ὁ Σάμιος ἐν τρίτῳ Γεωργικῶν. Τηλέγονος Ὀδυσσέως καὶ Κίρκης ἐπʼ ἀναζήτησιν τοῦ πατρὸς πεμφθεὶς ἔμαθε πόλιν κτίσαι, ἔνθα ἂν ἴδῃ γεωργοὺς ἐστεφανωμένους καὶ χορεύοντας. γενόμενος κατά τινα τόπον τῆς Ἰταλίας καὶ θεασάμενος ἀγροίκους πρινίνοις κλάδοις ἐστεφανωμένους καὶ ὀρχήσει προσευκαιροῦντας, ἔκτισε πόλιν, ἀπὸ τοῦ συγκυρήματος Πρίνιστον ὀνομάσας, ἣν Ῥωμαῖοι παραγώγως Πραίνεστον καλοῦσιν· ὡς ἱστορεῖ Ἀριστοκλῆς Ἀριστοκλῆς] idem 4 p. 330 ἐν τρίτῳ Ἰταλικῶν.
← Previous 27 / 27

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme