3
Ῥωμαῖοι πρὸς Σαμνίτας πόλεμον ἔχοντες στρατηγὸν ἐχειροτόνησαν Ποστούμιον Ἀλβῖνον. οὗτος κατὰ τὰς καλουμένας φορκούλας Καυδίνας ἔστι δὲ τόπος στενώτατος ἐνεδρευθεὶς τρεῖς ἀπέβαλε λεγεῶνας καὶ αὐτὸς καιρίως τρωθεὶς ἔπεσε. βαθείας δὲ νυκτὸς ὀλίγον ἐπιζήσας περιείλετο τῶν ἀνῃρημένων πολεμίων τὰς ἀσπίδας, καὶ εἰς τὸ αἷμα τὴν χεῖρα βαπτίσας ἔστησε τρόπαιον ἐπιγράψας Ῥωμαῖοι κατὰ Σαμνιτῶν Διὶ τροπαιούχῳ. Μάξιμος δὲ ὁ ἐπικληθεὶς Λαίμαργος, στρατηγὸς πεμφθεὶς καὶ παραγενόμενος ἐπὶ τὸν τόπον, ἰδὼν τὸ τρόπαιον τὸν οἰωνὸν ἀσμένως ἐδέξατο· καὶ συμβαλὼν ἐνίκησε καὶ αἰχμάλωτον λαβὼν τὸν βασιλέα εἰς Ῥώμην ἔπεμψεν· ὡς Ἀριστείδης ὁ Μιλήσιος ἐν τρίτῃ Ἰταλικῶν.
4
Περσῶν μετὰ πεντακοσίων μυριάδων ἐπὶ τὴν Ἑλλάδα ἐρχομένων, Λεωνίδας ἅμα τριακοσίοις ἐπέμφθη εἰς Θερμοπύλας ὑπὸ Λακεδαιμονίων. εὐωχουμένοις δʼ ἐκεῖ ἐπέκειτο τὸ τῶν βαρβάρων πλῆθος· καὶ ὁ Λεωνίδας εἶπεν ἰδὼν τοὺς βαρβάρους, οὕτως ἀριστᾶτε ὡς ἐν Ἅιδου δειπνήσοντες καὶ ὁρμήσας κατὰ τῶν βαρβάρων καὶ πολλοῖς περιπαρεὶς δόρασιν ἀνέβη ἐπὶ τὸν Ξέρξην καὶ τὸ διάδημα ἀφείλετο. οὗ ἀποθανόντος ὁ βάρβαρος τέμνει τὴν καρδίαν καὶ εὗρε δασεῖαν· ὡς Ἀριστείδης ἐν πρώτῃ Περσικῶν.
4
Ῥωμαῖοι πρὸς Ποινοὺς πόλεμον ἔχοντες ἔπεμψαν τριακοσίους καὶ στρατηγὸν Φάβιον Μάξιμον. συμβαλὼν δʼ ἀπέβαλε πάντας, αὐτὸς δὲ καιρίως τρωθεὶς μεθʼ ὁρμῆς ἐπὶ τὸν Ἀννίβαν ἠνέχθη, καὶ καθελὼν τὸ διάδημα συναπέθανεν αὐτῷ, καθάπερ ἱστορεῖ Ἀριστείδης ὁ Μιλήσιος.