Thesauros Literature biography Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν Plutarch
7 Πυραίχμης βασιλεὺς Εὐβοέων ἐπολέμει Βοιωτοῖς ὃν Ἡρακλῆς ἔτι νέος ὢν ἐνίκησε· πώλοις δὲ προσδήσας καὶ εἰς δύο μέρη διελὼν τὸν Πυραίχμην, ἄταφον ἔρριψεν. ὁ δὲ τόπος προσαγορεύεται πῶλοι Πυραίχμου, κεῖται δὲ παρὰ ποταμὸν Ἡράκλειον, χρεμετισμὸν δʼ ἀναδίδωσι πινόντων ἵππων ὡς ἐν τρίτῳ περὶ Ποταμῶν.
7 Τοῦλλος Ὁστίλιος βασιλεὺς Ῥωμαίων ἐπολέμησεν Ἀλβανοῖς, βασιλέως ὄντος Μετίου Φουφετίου, καὶ τὴν μάχην πολλάκις ὑπερέθετο. οἱ δʼ ὡς ἡττωμένου εἰς εὐωχίαν ἐτράπησαν· οἰνωμένοις δʼ ἐπέθετο, καὶ τὸν βασιλέα δύο πώλοις συζεύξας διεσπάραξεν· ὡς Ἀλέξαρχος ἐν τετάρτῃ Ἰταλικῶν.
8 Φίλιππος Μεθώνην καὶ Ὄλυνθον βουλόμενος πορθῆσαι καὶ βιαζόμενος ἐπὶ τῷ Σανδάνῳ ποταμῷ διαβῆναι πέραν, ὑπό τινος τῶν Ὀλυνθίων Ἀστέρος ὀνόματι ἐτοξεύθη τὸν ὀφθαλμόν εἰπόντος, ἀστὴρ Φιλίππῳ θανάσιμον πέμπει βέλος· ὁ δʼ ὀπίσω διανηξάμενος πρὸς τοὺς οἰκείους σῴζεται ἀπολέσας τὸν ὀφθαλμόν· ὡς Καλλισθένης ἐν τρίτῳ Μακεδονικῶν.
8 Πορσίνας Τούσκων βασιλεὺς πέραν Θύμβρεως ποταμοῦ στρατεύσας ἐπολέμησε Ῥωμαίοις, καὶ τὴν ἀπὸ σιτίων φερομένην εὐθηνίαν μέσην λαβὼν λιμῷ τοὺς προειρημένους ἔτρυχεν. Ὁράτιος δὲ Κόκλης στρατηγὸς χειροτονηθεὶς τὴν ξυλίνην κατελάβετο γέφυραν καὶ τὸ πλῆθος τῶν βαρβάρων διαβῆναι βουλόμενον ἐπεῖχε. πλεονεκτούμενος δὲ ὑπὸ τῶν πολεμίων προσέταξε τοῖς ὑποτεταγμένοις κόπτειν τὴν γέφυραν, καὶ τὸ πλῆθος τῶν βαρβάρων διαβῆναι βουλόμενον ἐκώλυσε. βέλει δὲ τὸν ὀφθαλμὸν πληγεὶς ῥίψας ἑαυτὸν εἰς τὸν ποταμὸν, διενήξατο εἰς τοὺς οἰκείους· ὡς Θεότιμος ἐν δευτέρῳ Ἰταλικῶν.
9 ο περὶ τοῦ Ἰκαρίου μῦθος, ᾧ Διόνυσος ἐπεξενώθη· Ἐρατοσθένης ἐν τῇ Ἠριγόνῃ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme