Thesauros Literature biography Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν

Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν Plutarch
9 Κρόνος ἐπιξενωθεὶς γεωργῷ, ᾧ ἦν θυγάτηρ καλὴ Ἐντωρία, ταύτην ἐβιάσατο καὶ ἐτέκνωσεν υἱοὺς Ἰανὸν Ὕμνον Φαῦστον Φήλικα. διδάξας οὖν τὸν τρόπον τῆς τοῦ οἴνου πόσεως καὶ τῆς ἀμπέλου ἠξίωσε καὶ τοῖς γείτοσι μεταδοῦναι. ποιήσαντος δʼ αὐτὸ καὶ πιόντες παρὰ τὸ σύνηθες εἰς ὕπνον κατηνέχθησαν βαρύτερον τοῦ δέοντος· οἱ δὲ πεφαρμακῶσθαι δόξαντες, λίθοις βάλλοντες τὸν Ἰκάριον ἀπέκτειναν· οἱ δὲ θυγατρίδαι ἀθυμήσαντες βρόχῳ τὸν βίον κατέστρεψαν. λοιμοῦ δὲ κατασχόντος Ῥωμαίους, ἔχρησεν ὁ Πύθιος λωφήσειν, ἐξιλάσωνται τοῦ Κρόνου τὴν μῆνιν καὶ τοὺς δαίμονας τῶν ἀνόμως ἀπολομένων. Λουτάτιος δὲ Κάτλος, ἀνὴρ τῶν ἐπισήμων, κατεσκεύασε τῷ θεῷ τέμενος τὸ κείμενον σύνεγγυς τοῦ Ταρπηίου ὄρους, καὶ τὸν ἄνω βωμὸν ἱδρύσατο τετραπρόσωπον ἢ διὰ τοὺς θυγατρίδας ἢ ὅτι τετραμερὴς ὁ ἐνιαυτός ἐστι, καὶ μῆνα κατέδειξεν Ἰανουάριον. ὁ δὲ Κρόνος πάντας κατηστέρισεν. καὶ οἱ μὲν καλοῦνται Ἰανουάριον, ὁ δʼ Ἰανὸς προανατέλλων· δείκνυται δʼ ὁ ἀστὴρ πρὸ τῶν ποδῶν τῆς παρθένου· ὡς Κριτόλαος ἐν τετάρτῃ Φαινομένων.
10 Περσῶν τὴν Ἑλλάδα λεηλατούντων Παυσανίας ὁ τῶν Λακεδαιμονίων στρατηγὸς πεντακόσια χρυσοῦ τάλαντα παρὰ Ξέρξου λαβὼν ἔμελλε προδιδόναι τὴν Σπάρτην. φωραθέντος δὲ τούτου, Ἀγησίλαος ὁ πατὴρ μέχρι τοῦ ναοῦ τῆς Χαλκιοίκου συνεδίωξεν Ἀθηνᾶς, καὶ τὰς θύρας τοῦ τεμένους πλίνθῳ φράξας λιμῷ ἀπέκτεινεν· ἡ δὲ μήτηρ καὶ ἄταφον ἔρριψεν· ὡς Χρύσερμος ἐν δευτέρῳ Ἱστορικῶν.
10 Ῥωμαῖοι πρὸς Λατίνους πολεμοῦντες ἐχειροτόνησαν στρατηγὸν Πόπλιον Δέκιον· νεανίσκος δέ τις τῶν ἐπισήμων πένης τοὔνομα Κάσσιος Βροῦτος ἐπὶ ῥητῷ μισθῷ νυκτὸς τὰς πύλας ἀνοῖξαι ἐβουλήθη. φωραθεὶς δὲ εἰς ναὸν ἔφυγεν Ἀθηνᾶς Αὐξιλιαρίας. Κάσσιος δὲ Σίγνιφερ ὁ πατὴρ αὐτοῦ κατέκλεισε καὶ λιμῷ διέφθειρε καὶ ἄταφον ἔρριψεν· ὡς Κλειτώνυμος ἐν Ἰταλικῶν.
11 Δαρεῖος ὁ Πέρσης ἐπὶ Γρανικῷ πολεμήσας Ἀλεξάνδρῳ καὶ ἑπτὰ σατράπας ἀποβαλὼν καὶ ἅρματα δρεπανηφόρα δύο καὶ πεντακόσια, συμβαλεῖν ἔμελλε τῇ ἑξῆς. Ἀριοβαρζάνης δὲ ὁ υἱὸς συμπαθῶς διακείμενος πρὸς Ἀλέξανδρον ὑπισχνεῖτο τὸν πατέρα προδώσειν. ἀγανακτήσας δὲ ὁ πατὴρ ἐτραχηλοκόπησεν ὡς Ἀρητάδης Κνίδιος ἐν τρίτῳ Μακεδονικῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme