Thesauros Literature biography Περὶ τῆς Ῥωμαίων τύχης

Περὶ τῆς Ῥωμαίων τύχης

Περὶ τῆς Ῥωμαίων τύχης Plutarch
11 ἀλλʼ ἵνα μὴ δοκῶμεν ὥσπερ εἰς τόπον ἀμαυρὸν τὸν παλαιὸν χρόνον ἐκ τῶν λαμπρῶν καὶ ἐναργῶν τεκμηρίων φεύγειν καὶ ὑποχωρεῖν, φέρε τοὺς βασιλεῖς ἐάσαντες ἐπὶ τὰς γνωριμωτάτας πράξεις καὶ τοὺς ἐπιφανεστάτους πολέμους τὸν λόγον μεταγάγωμεν, ἐν οἷς πολλὴν τόλμαν καὶ ἀνδρείαν εἶναιαἰδῶ τε συνεργὸν ἀρετᾶς δοριμάχου, ὥς φησι Τιμόθεος, τίς οὐκ ἂν ὁμολογήσειεν; ἡ δʼ εὔροια τῶν πραγμάτων καὶ τὸ ῥόθιον τῆς εἰς τοσαύτην δύναμιν καὶ αὔξησιν ὁρμῆς, οὐ χερσὶν ἀνθρώπων οὐδὲ ὁρμαῖς προχωροῦσαν ἡγεμονίαν, θείᾳ δὲ πομπῇ καὶ πνεύματι Τύχης ἐπιταχυνομένην, ἐπιδείκνυται τοῖς ὀρθῶς λογιζομένοις. τρόπαια τροπαίοις ἐπανίσταται καὶ θριάμβοι θριάμβοις ἀπαντῶσι, καὶ τὸ πρῶτον αἷμα τῶν ὅπλων ἔτι θερμὸν ἀποκλύζεται τῷ δευτέρῳ καταλαμβανόμενον. τὰς δὲ νίκας ἀριθμοῦσιν οὐ νεκρῶν πλήθει καὶ λαφύρων, ἀλλὰ βασιλείαις αἰχμαλώτοις καὶ δεδουλωμένοις ἔθνεσι καὶ νήσοις καὶ ἠπείροις προσοριζομέναις τῷ μεγέθει τῆς ἡγεμονίας. μιᾷ μάχῃ Φίλιππος ἀπέβαλε Μακεδονίαν, μιᾷ πληγῇ παρεχώρησεν Ἀντίοχος Ἀσίας, ἅπαξ Καρχηδόνιοι σφα λέντες ἀπώλεσαν Λιβύην. εἷς ἀνὴρ μιᾶς ὁρμῇ στρατιᾶς Ἀρμενίαν προσεκτήσατο, Πόντον, Εὔξεινον, Συρίαν, Ἀραβίαν, Ἀλβανούς, Ἴβηρας, τὰ μέχρι Καυκάσου καὶ Ὑρκανῶν· καὶ τρὶς αὐτὸν ὁ περιρρέων τὴν οἰκουμένην Ὠκεανὸς εἶδε νικῶντα. Νομάδας μὲν ἐν Λιβύῃ μέχρι τῶν μεσημβρινῶν ἀνέκοψεν ἠιόνων, Ἰβηρίαν δὲ Σερτωρίῳ συννοσήσασαν ἄχρι τῆς Ἀτλαντικῆς κατεστρέψατο θαλάττης· τοὺς δʼ Ἀλβανῶν βασιλεῖς διωκομένους περὶ τὸ Κάσπιον πέλαγος ἔστησε. ταῦτα πάντα κατώρθωσε δημοσίᾳ τύχῃ χρώμενος, εἶθʼ ὑπὸ τῆς ἰδίας ἀνετράπη μοίρας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme