11
ὁ δὲ Ῥωμαίων μέγας δαίμων οὐκ ἐφήμερος πνεύσας οὐδὲ καιρὸν ἀκμάσας βραχὺν ὡς ὁ Μακεδόνων, οὐδὲ χερσαῖος μόνον ὡς ὁ Λακώνων οὐδʼ ἐνάλιος ὡς ὁ Ἀθηναίων, οὐδʼ ὀψὲ κινηθεὶς ὡς ὁ Περσῶν, οὐδὲ ταχὺ παυσάμενος ὡς ὁ Καρχηδονίων ἀλλʼ ἄνωθεν ἐκ πρώτων γενέσεων τῇ πόλει συνηβήσας καὶ συναυξηθεὶς καὶ συμπολιτευσάμενος, καὶ παραμείνας βέβαιος ἐν γῇ καὶ θαλάττῃ καὶ πολέμοις καὶ εἰρήνῃ καὶ πρὸς βαρβάρους καὶ πρὸς Ἕλληνας. οὗτος Ἀννίβαν τὸν Καρχηδόνιον, φθόνῳ καὶ ταῖς πολιτικαῖς δυσμενείαις μηδενὸς οἴκοθεν ἐπιρρέοντος, ὥσπερ χείμαρρον ἐξέχεε καὶ κατανήλωσε περὶ τὴν Ἰταλίαν. οὗτος τὸ Κίμβρων καὶ τὸ Τευτόνων στράτευμα μεγάλοις διαστήμασι τόπων καὶ χρόνων ἐχώρισε καὶ διέσπασεν, ἵνʼ ἀρκέσῃ Μάριος ἑκατέροις ἀνὰ μέρος μαχόμενος, καὶ μὴ συμπεσοῦσαι τριάκοντα μυριάδες ἀνδρῶν ἀηττήτων καὶ ἀμάχων ὅπλων ὁμοῦ κατακλύσωσι τὴν Ἰταλίαν. διὰ τοῦτον Ἀντίοχος μὲν ἠσχολεῖτο πολεμουμένου Φιλίππου, Φίλιππος δὲ κινδυνεύοντος Ἀντιόχου προηττημένος ἔπιπτε· Μιθριδάτην δέ, τοῦ Μαρσικοῦ πολέμου τὴν Ῥώμην ἐπιφλέγοντος, οἱ Σαρματικοὶ καὶ Βασταρνικοὶ πόλεμοι κατεῖχον· Τιγράνην δὲ Μιθριδάτου λαμπροῦ μὲν ὄντος ὑπόνοια καὶ φθόνος ἐχώριζεν, ἡττωμένῳ δʼ ἀνέμειξεν ἑαυτὸν συναπολέσθαι,
12
τί δʼ οὐχὶ καὶ περὶ τὰς μεγίστας συμφορὰς ὤρθου τὴν πόλιν ἡ Τύχη; Κελτῶν μὲν περὶ τὸ Καπετώλιον στρατοπεδευόντων καὶ πολιορκούντων τὴν ἀκρόπολιν, νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν, ὀλέκοντο δὲ λαοί· τὴν δὲ νυκτερινὴν ἔφοδον αὐτῶν, λεληθότων πάντας ἀνθρώπους, ἡ Τύχη καὶ ταὐτόματον ἔκπυστον ἐποίησε γενέσθαι.