12
ἡμέρας δὲ τῶν βαρβάρων τις ἄλλως τὸν τόπον περιιὼν ὡς εἶδε τοῦτο μὲν ἴχνη ποδῶν ἀκρώνυχα καὶ περιολισθήσεις, τοῦτο δʼ ἀποτριβὰς καὶ περικλάσεις τῆς ἐπιβλαστανούσης τοῖς γεώδεσι πόας ὁλκούς τε σώματος πλαγίους καὶ ἀπερείσεις, ἔφραζε τοῖς ἄλλοις. οἱ δὲ δείκνυσθαι τὴν ὁδὸν αὑτοῖς ὑπὸ τῶν πολεμίων νομίζοντες ἐπεχείρουν ἁμιλλᾶσθαι, καὶ τῆς νυκτὸς τὸ ἐρημότατον διαφυλάξαντες ἀνέβησαν λαθόντες οὐ μόνον τοὺς φύλακας, ἀλλὰ καὶ τοὺς συνεργοὺς καὶ προκοίτους τῆς φρουρᾶς κύνας ὕπνῳ κρατηθέντας.
12
οὐ μὴν ἠπόρησεν ἡ τῆς Ῥώμης Τύχη φωνῆς κακὸν τοσοῦτο μηνῦσαι καὶ φράσαι δυναμένης. χῆνες ἱεροὶ περὶ τὸν νεὼν τῆς Ἥρας ἐτρέφοντο θεραπεύοντες τὴν θεόν. φύσει μὲν οὖν τὸ ζῷον εὐθορύβητόν ἐστι καὶ ψοφοδεές· τότε δέ, συντόνου περὶ τοὺς ἔνδον οὔσης ἀπορίας ἀμελουμένων αὐτῶν, λεπτὸς ἦν καὶ λιμώδης ὁ ὕπνος, ὡστʼ εὐθὺς ᾔσθοντο τῶν πολεμίων ὑπερφανέντων τῆς στεφάνης καὶ καταβοῶντες ἰταμῶς προσεφέροντο, καὶ τῇ τῶν ὅπλων ὄψει μᾶλλον ἐκταραττόμενοι κλαγγῆς διατόρου καὶ τραχείας ἐνεπεπλήκεσαν τὸν τόπον ὑφʼ ἧς ἀναστάντες οἱ Ῥωμαῖοι καὶ συμφρονήσαντες τὸ γενόμενον ἐώσαντο καὶ κατεκρήμνισαν τοὺς πολεμίους. πομπεύει δὲ μέχρι νῦν ἐπὶ μνήμῃ τῶν τότε συμπτωμάτων κύων μὲν ἀνεσταυρωμένος, χὴν δὲ μάλα σεμνῶς ἐπὶ στρωμνῆς πολυτελοῦς καὶ φορείου καθήμενος.