Thesauros Literature biography Περὶ τῆς Ῥωμαίων τύχης

Περὶ τῆς Ῥωμαίων τύχης

Περὶ τῆς Ῥωμαίων τύχης Plutarch
13 ἀλλὰ τί δεῖ περὶ ταῦτα διατρίβειν, ἃ σαφὲς οὐδὲν οὐδʼ ὡρισμένον ἔχει τῷ καὶ τὰ πράγματα συγχυθῆναι τῶν Ῥωμαίων καὶ διαφθαρῆναι τοὺς ἐπʼ αὐτῶν ὑπομνηματισμούς, ὡς Λίβιος ἱστόρηκε; τὰ γὰρ ὕστερον μᾶλλον ὄντα δῆλα καὶ καταφανῆ δεικνύει τὴν τῆς Τύχης εὐμένειαν, ᾗ ἔγωγε τίθεμαι καὶ τὴν Ἀλεξάνδρου τελευτήν, ἀνδρὸς εὐτυχήμασι μεγάλοις καὶ κατορθώμασι λαμπροῖς ὑπὸ θάρσους ἀμάχου καὶ φρονήματος ὥσπερ ἄστρου φερομένου καὶ διᾴττοντος ἐπὶ δυσμὰς ἐξ ἀνατολῶν καὶ βάλλοντος ἤδη τὰς τῶν ὅπλων αὐγὰς εἰς τὴν Ἰταλίαν, ὡς πρόφασις μὲν ἦν αὐτῷ τῆς στρατείας ὁ Μολοττὸς Ἀλέξανδρος ὑπὸ Βρεττίων καὶ Λευκανῶν περὶ Πανδοσίαν κατακεκομμένος· ὁ δʼ ἄγων αὐτὸν ὡς ἀληθῶς ἐπὶ πάντας ἀνθρώπους δόξης ἔρως καὶ ἡγεμονίας ζῆλον ἔσχε καὶ ἅμιλλαν ὑπερβαλέσθαι τὰ Διονύσου καὶ Ἡρακλέους πέρατα τῆς στρατηλασίας. τῆς δʼ Ἰταλίας ἐπυνθάνετο τὴν ἐν Ῥώμῃ δύναμιν καὶ ἀλκὴν ὥσπερ στόμωμα προτεταγμένην ὄνομα γὰρ καὶ δόξα τούτων ἐπιφανεστάτη διεπέμπετο πρὸς αὐτὸν ὥσπερ ἀθλητῶν μυρίοις ἐγγεγυμνασμένων πολέμοις. οὐ γὰρ ἀναιμωτί γε διακρινθήμεναι οἴω, συμπεσόντων ὅπλοις ἀνικήτοις φρονημάτων ἀδουλώτων. πλῆθος μὲν γὰρ ἦσαν οὗτοι τρισκαίδεκα μυριάδων οὐκ ἐλάττους, πολεμικοὶ δὲ καὶ ἀνδρώδεις ἅπαντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππων ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.
← Previous 18 / 18

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme