Thesauros Literature biography Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β

Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β

Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β Plutarch
1.9 τοῦ δὲ πατρὸς Φιλίππου λόγχῃ τὸν μηρὸν ἐν Τριβαλλοῖς διαπαρέντος, καὶ τὸν μὲν κίνδυνον διαφυγόντος, ἀχθομένου δὲ τῇ χωλότητι, θάρρει, πάτερ, ἔφη, καὶ πρόιθι φαιδρῶς, ἵνα τῆς ἀρετῆς κατὰ βῆμα μνημονεύῃς. ταῦτʼ οὐκ ἔστι διανοίας φιλοσόφου καὶ διὰ τὸν ἐπὶ τοῖς καλοῖς ἐνθουσιασμὸν ἤδη τῶν τοῦ σώματος ἐλαττωμάτων κατεξανισταμένης; πῶς γὰρ αὐτὸν οἴει τοῖς ἰδίοις ἀγάλλεσθαι τραύμασι, καθʼ ἕκαστον μέρος ἔθνους μνημονεύοντα καὶ νίκης καὶ πόλεων ἁλισκομένων καὶ βασιλέων παραδιδόντων, οὐκ ἐγκαλυπτόμενον οὐδὲ κατακρύπτοντα τὰς οὐλάς, ἀλλʼ ὥσπερ εἰκόνας ἐγκεχαραγμένας ἀρετῆς καὶ ἀνδραγαθίας περιφέροντα;
1.10 καὶ μὴν εἴ ποτε γένοιτο τῶν Ὁμήρου σύγκρισις ἐπῶν. ἐν ταῖς διατριβαῖς ἢ παρὰ τὰ συμπόσια, ἄλλον ἄλλου στίχον προκρίνοντος, αὐτὸς ὡς διαφέροντα πάντων ἐνέκρινε τοῦτον, ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής, ὃν ἄλλος ἔπαινον τῷ χρόνῳ προέλαβε, τοῦτον αὑτῷ νόμον κεῖσθαι λογιζόμενος, ὥστʼ εἰπεῖν Ὅμηρον ὅτι τῷ αὐτῷ μέτρῳ τὴν μὲν Ἀγαμέμνονος ἀνδραγαθίαν κεκόσμηκε, τὴν δʼ Ἀλεξάνδρου μεμάντευται. διαβὰς τοίνυν τὸν Ἑλλήσποντον ἐθεᾶτο τὴν Τροίαν ἀνατυπούμενος τὰς ἡρωικὰς πράξεις· καί τινος αὐτῷ τῶν ἐγχωρίων ὑποσχομένου τὴν Πάριδος λύραν, εἰ βούλοιτο, δώσειν, οὐδέν, ἔφη, τῆς ἐκείνου δέομαι· τὴν γὰρ Ἀχιλλέως κέκτημαι, πρὸς ἣν ἐκεῖνος ἀνεπαύετο ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν· ἡ δὲ Πάριδος πάντως μαλακήν τινα καὶ θήλειαν ἁρμονίαν ἐρωτικοῖς ἔψαλλε μέλεσι. Φιλοσόφου τοίνυν ἐστὶ ψυχῆς σοφίας ἐρᾶν καὶ σοφοὺς ἄνδρας θαυμάζειν μάλιστα· τοῦτο δʼ Ἀλεξάνδρῳ προσῆν ὡς οὐδενὶ τῶν βασιλέων. καὶ πῶς μὲν εἶχε πρὸς Ἀριστοτέλην εἴρηται· καὶ ὅτι τὸν μὲν ἁρμονικὸν Ἀνάξαρχον ἐντιμότατον τῶν φίλων ἐνόμιζε, Πύρρωνι δὲ τῷ Ἠλείῳ πρῶτον ἐντυχόντι μυρίους χρυσοῦς ἔδωκε, Ξενοκράτει δὲ τῷ Πλάτωνος συνήθει πεντήκοντα τάλαντα δωρεὰν ἔπεμψεν, Ὀνησίκριτον δὲ τὸν Διογένους τοῦ Κυνὸς μαθητὴν ὅτι ἄρχοντα τῶν κυβερνητῶν κατέστησεν ὑπὸ πλειόνων ἱστόρηται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme