1.12
παραθῶμεν τὰ τῶν ὁμολογουμένων φιλοσόφων. Σωκράτης ἠνέσχετο συγκοιμηθέντος Ἀλκιβιάδου· Ἀλέξανδρος δέ, Φιλοξένου τοῦ τῆς παραλίας ὑπάρχου γράψαντος, ὅτι παῖς ἐν Ἰωνίᾳ γέγονεν οἷος οὐκ ἄλλος ὥραν καὶ εἶδος, καὶ πυνθανομένου διὰ τῶν γραμμάτων εἰ ἀναπέμψῃ, ἀναπέμψῃ Cobetus: ἀναπέμψει πικρῶς ἀντέγραψεν ὦ κάκιστʼ ἀνθρώπων, τί μοι πώποτε τοιοῦτο συνέγνως, ἵνα τοιαύταις με κολακεύσῃς ἡδοναῖς; Ξενοκράτην, πεντήκοντα τάλαντα δωρεὰν Ἀλεξάνδρου πέμψαντος, ὅτι οὐκ ἔλαβε θαυμάζομεν· τὸ δὲ δοῦναι, οὔ; ἢ οὐχ ὁμοίως καταφρονεῖν χρημάτων δοκοῦμεν τὸν μὴ προσιέμενον καὶ τὸν χαριζόμενον; οὐκ ἐδεῖτο πλούτου Ξενοκράτης διὰ φιλοσοφίαν, Ἀλέξανδρος δʼ ἐδεῖτο διὰ φιλοσοφίαν, ἵνα τοιούτοις χαρίζηται. lacunam add. Duebnerus τοῦτο ποσάκις Ἀλέξανδρος εἶπε βαλλόμενος, ἐκβιαζόμενος; καίτοι κρίσεις μὲν ὀρθὰς πᾶσιν ἐνυπάρχειν ἀνθρώποις νομίζομεν· ἡ γὰρ φύσις ἀγωγός ἐστιν ἀφʼ ἑαυτῆς πρὸς τὸ καλόν· οἱ δὲ φιλόσοφοι τῶν πολλῶν διαφέρουσι τῷ τὰς κρίσεις ἔχειν ἐρρωμένας παρὰ τὰ δεινὰ καὶ πεπηγυίας· ἐπεὶ οὐ μετὰ τῶν τοιούτων προλήψεων εἷς οἰωνὸς εἶς οἰωνὸς] Hom. M 243 ἄριστος καὶ πέρας μέν ἐστιν ἅπασιν ἀνθρώποις ὁ θάνατος. ἀλλὰ θραύουσιν οἱ καιροὶ παρὰ τὰ δεινὰ τοὺς λογισμούς, καὶ τὰς κρίσεις ἐκκρούουσιν ἐκπλήσσει Thucydides II 87 αἱ φαντασίαι τῶν κινδύνων ἐγγὺς γενομένων. φόβος γάρ οὐ μόνον μνήμην ἐκπλήττει κατὰ τὸν Θουκυδίδην, ἀλλὰ καὶ προαίρεσιν πᾶσαν καὶ φιλοτιμίαν καὶ ὁρμήν, εἰ μὴ εἰ μὴ Emperius μηρίνθους φιλοσοφία περιτέθεικεν lacunae signa dedit idem