Thesauros Literature biography Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β

Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β

Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β Plutarch
2.4 εἴπωμεν οὖν, ὅτι μικροὺς ἡ Τύχη καὶ περιδεεῖς ποιεῖ καὶ ταπεινόφρονας· ἀλλʼ οὐ δίκαιον οὔτε κακίαν εἰς ἀτυχίαν οὔτʼ ἀνδρείαν καὶ φρόνησιν εἰς εὐτυχίαν τινὰ τίθεσθαι. μέγα δὲ τῷ ἄρχειν Ἀλέξανδρον ἡ Τύχη· καὶ γὰρ ἔνδοξος ἐν ἐκείνῳ καὶ ἀήττητος καὶ μεγαλόφρων καὶ ἀνύβριστος καὶ φιλάνθρωπος. εἶτʼ ἐκλιπόντος ἐκλιπόντος *: ἐκλείποντος εὐθύς, ὁ Λεωσθένης ἔλεγε τὴν δύναμιν ἐμπλανωμένην ἑαυτῇ καὶ περιπίπτουσαν ἐοικέναι τῷ Κύκλωπι, μετὰ τὴν τύφλωσιν ἐκτείνοντι πανταχοῖ πανταχοῖ Abreschius: πανταχοῦ τὰς χεῖρας ἐπʼ οὐδένα σκοπὸν φερομένας· οὕτως ἐρρέμβετο κενεμβατοῦν καὶ σφαλλόμενον ὑπʼ ἀναρχίας τὸ μέγεθος αὐτῆς. μᾶλλον δʼ ὥσπερ τὰ νεκρὰ σώματα, τῆς ψυχῆς ἐκλιπούσης, οὐκέτι συνέστηκεν οὐδὲ συμπέφυκεν, ἀλλʼ ἐξίσταται ἀλλ’ ἐξίσταται] ἀλλὰ διίσταται idem καὶ διαλύεται ἀπʼ ἀλλήλων καὶ ἄπεισι καὶ φεύγει· ἀπ’ ἀλλήλων - φεύγει] del. idem οὕτως ἀφεῖσα τὸν Ἀλέξανδρον ἡ δύναμις ἤσπαιρεν, ἐπάλλετο, ἐφλέγμαινε, Περδίκκαις καὶ Μελεάγροις καὶ Σελεύκοις καὶ Ἀντιγόνοις, ὥσπερ πνεύμασι θερμοῖς ἔτι καὶ σφυγμοῖς διᾴττουσι καὶ διαφερομένοις· τέλος δʼ ἀπομαραινομένη καὶ φθίνουσα περὶ αὑτὴν αὑτὴν Duebnerus: αὐτὴν οἷον εὐλὰς τινας ἀνέζεσεν ἀγεννῶν βασιλέων καὶ ἡγεμόνων ψυχορραγούντων. αὐτὸς μὲν οὖν ταῦθʼ ὡς ἔοικεν Ἡφαιστίωνι διενεχθέντι πρὸς Κρατερὸν ἐπιτιμῶν τίς δʼ εἶπεν ἡ σὴ δύναμις ἢ πρᾶξις, ἄν σού τις ἀφέλῃ τὸν Ἀλέξανδρον; ἐγὼ δὲ τοῦτʼ εἰπεῖν πρὸς τὴν τότε Τύχην οὐκ ὀκνήσω τί σου τὸ μέγεθος, τίς δʼ ἡ δόξα, ποῦ δʼ ἡ δύναμις, ποῦ δὲ τὸ ἀνίκητον, ἄν σού τις ἀφέλῃ τὸν Ἀλέξανδρον; τουτέστιν ἂν σού τις ἀφέλῃ τῶν ὅπλων τὴν ἐμπειρίαν, τοῦ πλούτου τὴν φιλοτιμίαν, τῆς πολυτελείας τὴν ἐγκράτειαν, ὧν ἀγωνίζῃ τὸ θάρσος, ἐν οἷς κρατεῖς τὴν πραότητα; ποίησον ἄλλον εἰ δύνασαι μέγαν, τοῖς χρήμασι μὴ χαριζόμενον, τοῖς στρατεύμασι μὴ προκινδυνεύοντα, τοὺς φίλους μὴ τιμῶντα, τοὺς αἰχμαλώτους μὴ ἐλεοῦντα, ταῖς ἡδοναῖς μὴ σωφρονοῦντα, τοῖς καιροῖς μὴ ἀγρυπνοῦντα, ταῖς νίκαις μὴ εὐδιάλλακτον, τοῖς κατορθώμασι μὴ φιλάνθρωπον. τίς μέγας ἐν ἐξουσίαις μετʼ ἀβελτερίας ἀβελτερίας *: ἀβελτηρίας καὶ μοχθηρίας; ἄφελε τὴν ἀρετὴν τοῦ εὐτυχοῦντος, καὶ πανταχοῦ μικρός ἐστιν, ἐν χάρισι διὰ σμικρολογίαν, ἐν πόνοις διὰ μαλακίαν, παρὰ θεοῖς διὰ δεισιδαιμονίαν, πρὸς ἀγαθοὺς διὰ φθόνον, ἐν ἀνδράσι διὰ φόβον, ἐν γυναιξὶ διὰ φιληδονίαν ὥσπερ γὰρ οἱ φαῦλοι τεχνῖται βάσεις βάσεις W: καὶ βάσεις μεγάλας μικροῖς ὑφιστάντες ἀναθήμασιν ἐλέγχουσιν αὐτῶν αὑτῶν R καὶ τὰς μικρότητας· οὕτως ἡ Τύχη ὅταν μικρὸν ἦθος ἐξάρῃ πράγμασιν ἔχουσιν ὄγκον τινὰ καὶ περιφάνειαν, ἐπιδείκνυσι μᾶλλον καὶ καταισχύνει σφαλλόμενον καὶ σαλευόμενον ὑπὸ κουφότητος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme