Thesauros Literature biography Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β

Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β

Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β Plutarch
2.6 ἀλλʼ Ἀλέξανδρος ἠρίστα μὲν ὄρθρου καθεζόμενος, ἐδείπνει δὲ πρὸς ἑσπέραν βαθεῖαν, ἔπινε δὲ θύσας τοῖς θεοῖς, ἐκύβευε δὲ πρὸς Μήδιον πυρέττων, ἔπαιζε δʼ ὁδοιπορῶν ἅμα καὶ μανθάνων τοξεύειν καὶ ἐπιβαίνειν ἅρματος. ἔγημε δὲ Ῥωξάνην ἑαυτῷ, μόνης ἐρασθείς· τὴν δὲ Δαρείου Στάτειραν τῇ βασιλείᾳ καὶ τοῖς πράγμασι συνέφερε γὰρ ἡ τῶν γενῶν ἀνάμιξις· τῶν δʼ ἄλλων Περσίδων ἐκράτησε τοσοῦτον σωφροσύνῃ, ὅσον ἀνδρείᾳ Περσῶν ἄκουσαν μὲν γὰρ οὐδεμίαν εἶδεν, ἃς δʼ εἶδε μᾶλλον ἢ ἃς οὐκ εἶδε παρῆλθε. καὶ πᾶσιν ὢν τοῖς ἄλλοις φιλάνθρωπος, μόνοις ὑπερηφάνως τοῖς καλοῖς ἐχρῆτο. περὶ δὲ τῆς Δαρείου γυναικός, εὐπρεπεστάτης γενομένης, οὐδὲ φωνὴν ἐπαινοῦσαν τὸ κάλλος ἤκουσεν· ἀποθανοῦσαν δʼ οὕτω βασιλικῶς ἐκόσμησε καὶ συμπαθῶς ἐδάκρυσεν, ὥστʼ ἄπιστον αὐτοῦ τὸ σῶφρον ἐν τῷ φιλανθρώπῳ γενέσθαι καὶ λαβεῖν ἀδικίας ἔγκλημα τὴν χρηστότητα. Δαρεῖος γὰρ ὑπόπτως ἐκινήθη πρὸς τὴν ἐξουσίαν αὐτοῦ καὶ τὴν ἡλικίαν εἷς γὰρ ἦν καὶ αὐτὸς ἔτι τῶν νομιζόντων διὰ Τύχην κρατεῖν Ἀλέξανδρον· ἐπεὶ δὲ τἀληθὲς ἔγνω βασανίσας πανταχόθεν, οὐ πάντως, εἶπεν, ἄρα φαύλως ἔχει τὰ Περσῶν, οὐδέ τις ἐρεῖ παντάπασι κακοὺς ἡμᾶς οὐδʼ ἀνάνδρους ὑπὸ τοιούτου κρατηθέντας. ἐγὼ ʼ εὐτυχίαν μὲν εὔχομαι καὶ κράτος πολέμου παρὰ θεῶν, ἵνʼ εὖ ποιῶν Ἀλέξανδρον ὑπερβάλωμαι· καὶ μέ τις ἔχει φιλοτιμία καὶ ζῆλος ἡμερώτερον αὐτοῦ φανῆναι· εἰ δʼ οἴχεται τὰ ἐμά, Ζεῦ πατρῷε Περσῶν καὶ βασίλειοι θεοί, μηδεὶς εἰς τὸν Κύρου θρόνον ἄλλος ἢ Ἀλέξανδρος καθίσειε. τοῦτʼ εἰσποίησις ἦν Ἀλεξάνδρου διὰ θεῶν μαρτύρων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme