Thesauros Literature biography Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β

Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β

Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β Plutarch
2.13 ἐνταῦθʼ ἄρʼ ἡ Τύχη μεγάλα καὶ λαμπρὰ διέφηνεν ἔργα τῆς πρὸς Ἀλέξανδρον εὐμενείας, ὅτʼ αὐτὸν μὲν εἰς χωρίον ἄσημον καὶ βάρβαρον ἐμβαλοῦσα κατέκλεισε καὶ περιετείχισε, τοὺς δʼ ὑπὸ σπουδῆς ἐπιβοηθοῦντας ἔξωθεν καὶ τῶν τειχῶν ἐφιεμένους, κλάσασα καὶ συντρίψασα τὰς κλίμακας, ὑπεσκέλισε καὶ κατεκρήμνισε. τριῶν δʼ οἵπερ ἔφθησαν μόνοι τοῦ τείχους λαβέσθαι καὶ καθέντες ἑαυτοὺς παραστῆναι τῷ βασιλεῖ, τὸν μὲν εὐθὺς ἀνήρπασε καὶ προανεῖλεν, ὁ δὲ τοξεύμασι πολλοῖς διαπεπαρμένος ὅσον ὁρᾶν καὶ συναισθάνεσθαι μόνον ἀπεῖχε τοῦ τεθνάναι· κεναὶ δʼ ἔξωθεν προσδρομαὶ καὶ ἀλαλαγμοὶ Μακεδόνων, οὐ μηχανῆς τινος οὐκ ὀργάνων παρόντων, ἀλλʼ ὑπὸ σπουδῆς ξίφεσι τυπτόντων τὰ τείχη καὶ χερσὶ γυμναῖς παραρρῆξαι καὶ μονονοὺ διαφαγεῖν βιαζομένων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme