2.13
τίς οὖν οὐκ ἂν εἶπε τότε παρὼν ἀκίνδυνος θεατὴς ὅτι Τύχης μέγαν ἀγῶνα καὶ Ἀρετῆς θεᾶται, καὶ τὸ μὲν βάρβαρον παρʼ ἀξίαν ἐπικρατεῖ διὰ Τύχην, τὸ δʼ Ἑλληνικὸν ἀντέχει παρὰ δύναμιν διʼ Ἀρετήν; κἂν μὲν ἐκεῖνοι περιγένωνται, Τύχης καὶ δαίμονος φθονεροῦ καὶ νεμέσεως ἔσται τὸ ἔργον ἂν δʼ οὗτοι κρατήσωσιν, Ἀρετὴ καὶ τόλμα καὶ φιλία καὶ πίστις ἐξοίσεται τὸ νικητήριον; ταῦτα γάρ μόνα παρῆν Ἀλεξάνδρῳ, τῆς δʼ ἄλλης δυνάμεως καὶ παρασκευῆς καὶ στόλων καὶ ἵππων καὶ στρατοπέδων μέσον ἔθηκεν ἡ Τύχη τὸ τεῖχος.
2.13
ἐτρέψαντο μὲν οὖν τοὺς βαρβάρους οἱ Μακεδόνες, καὶ πεσοῦσιν αὐτοῖς ἐπικατέσκαψαν τὴν πόλιν. Ἀλεξάνδρῳ δʼ οὐδὲν ἦν ὄφελος· ἥρπαστο γὰρ μετὰ τοῦ βέλους, καὶ τὸν κάλαμον ἐν τοῖς σπλάγχνοις εἶχε, καὶ δεσμὸς ἦν αὐτῷ καὶ ἧλος τὸ τόξευμα τοῦ θώρακος πρὸς τὸ σῶμα. καὶ σπάσαι μὲν ὥσπερ ἐκ ῥίζης τοῦ τραύματος βιαζομένοις οὐχ ὑπήκουεν ὁ σίδηρος, ἕδραν ἔχων τὰ πρὸ τῆς καρδίας στερεὰ τοῦ στήθους· ἐκπρῖσαι δὲ τοῦ δόνακος οὐκ ἐθάρρουν τὸ προέχον, ἀλλʼ ἐφοβοῦντο, μή πως σπαραγμῷ σχιζόμενον τὸ ὀστέον ὑπερβολὰς ἀλγηδόνων παράσχῃ καὶ ῥῆξις αἵματος ἐκ βάθους γένηται. πολλὴν δʼ ἀπορίαν καὶ διατριβὴν ὁρῶν αὐτὸς ἐπεχείρησεν ἐν χρῷ τοῦ θώρακος ἀποτέμνειν τῷ ξιφιδίῳ τὸν οἰστόν· ἠτόνει δʼ ἡ χεὶρ καὶ βάρος εἶχε ναρκῶδες ὑπὸ φλεγμονῆς τοῦ τραύματος. ἐκέλευεν οὖν ἅπτεσθαι καὶ μὴ δεδιέναι τοὺς ἀτρώτους θαρρύνων καὶ τοῖς μὲν ἐλοιδορεῖτο κλαίουσι καὶ περιπαθοῦσι, τοὺς δὲ λιποτάκτας ἀπεκάλει, μὴ τολμῶντας αὐτῷ βοηθεῖν· ἐβόα δὲ πρὸς τοὺς ἑταίρους, μηδεὶς ἔστω μηδʼ ὑπὲρ ἐμοῦ δειλός· ἀπιστοῦμαι μὴ φοβεῖσθαι θάνατον, εἰ τὸν ἐμὸν φοβεῖσθʼ ὑμεῖς.