2
γέγραφε δὲ καὶ τὴν ἐν Μαντινείᾳ πρὸς Ἐπαμεινώνδαν ἱππομαχίαν οὐκ ἀνενθουσιάστως Εὐφράνωρ. τὸ δʼ ἔργον ἔσχεν οὕτως· Ἐπαμεινώνδας Θηβαῖος ἀπὸἀπὸ] ὑπὸ Abresch. τῆς ἐν Λεύκτροις μάχης ἀρθεὶς μέγας ἐπεμβῆναι τῇ Σπάρτῃ πεσούσῃ καὶ πατῆσαι τὸ φρόνημα καὶ τὸ ἀξίωμα τῆς πόλεως ἠθέλησε. καὶ πρῶτα μὲν ἐμβαλὼν ἑπτὰ μυριάσι στρατοῦ διεπόρθησε τὴν χώραν καὶ τοὺς περιοίκους ἀπέστησεν αὐτῶν· ἔπειτα περὶ Μαντίνειαν ἀντιτεταγμένους εἰς μάχην προυκαλεῖτο· μὴ βουλομένων δὲ μηδὲ τολμώντων, ἀλλὰ τὴν Ἀθήνηθεν ἐπικουρίαν ἐκδεχομένων, νυκτὸς ἄρας καὶ λαθὼν ἅπαντας εἰς τὴν Λακωνικὴν κατέβη, καὶ μικροῦ ἔφθη τὴν πόλιν ἔρημον ἐξ ἐφόδου λαβεῖν καὶ κατασχεῖν. αἰσθομένων δὲ τῶν συμμάχων καὶ βοηθείας ταχείαςταχείας F.C.B.: ταχέως Wyttenbach: διὰ τάχους may also be read, and the MS. reading τάχος (often found in poetry) may be right after all. πρὸς τὴν πόλιν γενομένης, ὕπειξε ὑπεῖξε Willamowitz-Möllendorff: ὑπέδειξε. μὲν ὡς αὖθις ἐπὶ λεηλασίαν καὶ φθορὰν τῆς χώρας τρεψόμενος· ἐξαπατήσας δὲ καὶ κατακοιμίσας οὕτω τοὺς πολεμίους ἀνέζευξε νυκτὸς ἐκ τῆς Λακωνικῆς· καὶ διαδραμὼν τὴντὴν Reiske: εἰς τὴν μεταξὺ χώραν ἐπεφαίνετο τοῖς Μαντινεῦσιν ἀπροσδόκητος διαβουλευομένοις καὶ διαβουλευμένοις καὶ Helmbold: καὶ διαβουλευμένοις (-ος). αὐτοῖς ἀκμὴν τοῦ πέμπειν τὴν εἰς Λακεδαίμονα βοήθειαν καὶ καὶ added by Helmbold, after Pohlenz. εὐθέως ὁπλίζεσθαι προσέταξε τοῖς Θηβαίοις. οἱ μὲν οὖν Θηβαῖοι μέγα φρονοῦντες ἐν τοῖς ὅπλοις ἐπεφέροντο καὶ περιελάμβανον κύκλῳ τὰ τείχη], τῶν δὲ Μαντινέων ἔκπληξις ἦν καὶ ἀλαλαγμὸς καὶ διαδρομή, ὡς ῥεῦμα τὴν δύναμιν ἀθρόαν ἐμπίπτουσαν ὤσασθαι μὴ δυναμένων μηδʼ ἐπινοούντων βοήθειαν. ἐν τούτῳ δὲ καιροῦ καὶ τύχης Ἀθηναῖοι κατέβαινον ἀπὸ τῶν ἄκρων εἰς τὴν Μαντινικὴν οὐκ εἰδότες τὴν ῥοπὴν οὐδὲ τὴν ὀξύτητα τοῦ ἀγῶνος, ἀλλʼ ὁδῷ πορευόμενοι καθʼ ἡσυχίαν ὡς δέ τις ἀστῶν ἀστῶν F.C.B.: αὐτῶν. ἐκδραμὼν ἀπήγγειλε τὸν κίνδυνον, ὀλίγοι μὲν ὄντες ὡς πρὸς τὸ πλῆθος τῶν πολεμίων, ἐξ ὁδοῦ δὲ κεκμηκότες, οὐδενὸς δὲ τῶν ἄλλων συμμάχων παρόντος, ὅμως εὐθὺς εἰς τάξιν καθίσταντο τοῖς πλείστοις πλείστοις] ὁπλίταιςWyttenbach. · οἱ δʼ ἱππεῖς διασκευασάμενοι καὶ προεξελάσαντες, προεξελάσαντες Reiske: προςεξελάσαντες. ὑπὸ τὰς πύλας αὐτὰς καὶ τὸ τεῖχος ἔθεντο καρτερὰν ἱππομαχίαν· καὶ κρατήσαντες ἐκ τῶν χειρῶν τοῦ Ἐπαμεινώνδα ἀφείλοντο τὴν Μαντίνειαν.