3
πλὴν ὁ Σιμωνίδης τὴν μὲν ζωγραφίαν ποίησιν σιωπῶσαν προσαγορεύει, προσαγορεύει] προσαγορεύων all MSS. except E. τὴν δὲ ποίησιν ζωγραφίαν λαλοῦσαν. ἃς γάρ οἱ ζωγράφοι πράξεις ὡς γιγνομένας δεικνύουσι, ταύτας οἱ λόγοι γεγενημένας διηγοῦνται καὶ συγγράφουσιν. εἰ δʼ οἱ μὲν χρώμασι καὶ σχήμασιν, οἱ δʼ ὀνόμασι καὶ λέξεσι ταὐτὰ ταὐτὰWyttenbach: ταῦτα. δηλοῦσιν, ὕλῃ καὶ τρόποις μιμήσεως διαφέρουσι, τέλος δʼ ἀμφοτέροις ἓν ὑπόκειται, καὶ τῶν ἱστορικῶν κράτιστος ὁ τὴν διήγησιν ὥσπερ γραφὴν πάθεσι καὶ προσώποις εἰδωλοποιήσας. ὁ δʼ οὗν δ᾽οὖν Helmbold: γοῦν. Θουκυδίδης ἀεὶ τῷ λόγῳ πρὸς ταύτην ἁμιλλᾶται τὴν ἐνάργειαν αν, οἷον θεατὴν ποιῆσαι τὸν ἀκροατὴν καὶ τὰ γιγνόμενα περὶ τοὺς ὁρῶντας ἐκπληκτικὰ καὶ ταρακτικὰ πάθη τοῖς ἀναγινώσκουσιν ἐνεργάσασθαι λιχνευόμενος. ὁ γὰρ παρὰ τὴν ῥαχίαν αὐτὴν αὐτὴν Reiske from Thucydides, iv. 10: αὐτῆς. τῆς Πύλου παρατάττων τοὺς Ἀθηναίους Δημοσθένης, καί. ὁ δʼ τὸν κυβερνήτην ἐπισπέρχων Βρασίδας ἐξοκέλλειν καί, χωρῶν ἐπί, τὴν ἀποβάθραν ἀποβάθραν Bernardakis from Thucydides, iv. 12: βάθραν. καὶ τραυματιζόμενος καὶ λιποφυχῶν λιποψυχῶν Dübner (as in Thucydides, iv. 12): λειποψυχῶν. καὶ ἀποκλίνων εἰς τὴν παρεξειρεσίαν, καὶ οἱ πεζομαχοῦντες μὲν ἐκ θαλάττης Λακεδαιμόνιοι, ναυμαχοῦντες δʼ ἀπὸ γῆς Ἀθηναῖοι· καὶ πάλιν ὁ ἐν τοῖς Σικελικοῖς ἐκ τῆς γῆς πεζὸς ἀμφοτέρων, ἰσορρόπου τῆς ναυμαχίας καθεστηκυίας, ἄληκτον ἄληκτον F.C.B.: πολὺν τὸν Thucydides, vii. 71:ἄπλετονS.A. Naber: θαυμαστον H. Richards: ἄλαστον. ἀγῶνα καὶ ξύντασιν ξύντασιν Reiske: σύνταξιν. τῆς γνώμης ἔχων διὰ τὰς συντάξεις, καὶ, καὶadded by F.C.B. διὰ τὸ ἀκρίτως διὰ τὸ ἀκρίτωςadded from Thucydides, vii. 71: ὡς. συνεχὲς τῆς ἁμίλλης καὶ τοῖς σώμασιν αὐτοῖς ἴσα τῇ δόξῃ περιδεῶς συναπονεύων συναπονεύων Madvig, adapted from συναπονεύοντεςibid.:συμπνέων τῇ διαθέσει καὶ τῇ διατυπώσει τῶν γινομένων γραφικῆς ἐναργείας ἐστίν. ἐστινaded by F.C.B. ὣστʼ εἰ τοὺς ζωγραφοῦντας οὐκ ἄξιον παραβάλλειν τοῖς στρατηγοῖς, μηδὲ τοὺς ἱστοροῦντας παραβάλλωμεν.