Thesauros Literature biography Πότερον Ἀθηναῖοι κατὰ πόλεμον ἢ κατὰ σοφίαν ἐνδοξότεροι

Πότερον Ἀθηναῖοι κατὰ πόλεμον ἢ κατὰ σοφίαν ἐνδοξότεροι

Πότερον Ἀθηναῖοι κατὰ πόλεμον ἢ κατὰ σοφίαν ἐνδοξότεροι Plutarch
6 βούλεσθε τοὺς ἄνδρας εἰσάγωμεν αὐτοὺς τὰ σύμβολα καὶ τὰ παράσημα τῶν ἔργων κομίζοντας, ἰδίαν ἑκατέρῳ πάροδον ἀποδόντες; ἔνθεν μὲν δὴ προσίτωσαν ὑπʼ αὐλοῖς καὶ λύραις ποιηταὶ λέγοντες καὶ ᾄδοντες, εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροισι χοροῖσιν χοροῖσινTurnebus from Aristophanes (not in MSS. of Plutarch). ὅστις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμην γνώμην(or γνώμῃ) Aristophanes and 349 B, infra: γλώσσῃ. μὴ καθαρεύει, ἢ γενναίων ὄργια Μουσῶν μήτʼ ᾖσεν ᾖσεν] εἶδενAristophanes. μήτʼ ἐχόρευσε, μηδὲ Κρατίνου τοῦ ταυροφάγου γλώττης βακχεῖʼ ἐτελέσθη, καὶ σκευὰς καὶ προσωπεῖα καὶ βωμοὺς καὶ μηχανὰς ἀπὸ σκηνῆς καὶ καὶadded by Pantazides. περιάκτους καὶ τρίποδας ἐπινικίους κομίζοντες κομίζοντες] κομίζονταςall MSS. but one. τραγικοὶ τραγικοὶMeziriacus: τράγοι. δʼ αὐτοῖς ὑποκριταὶ καὶ Νικόστρατοι καὶ Καλλιππίδαι καὶ Μυννίσκοι ΜυννίσκοιI.G.ii² 2318. 199 (cf.Aristotle, Poetics, xxvi. (1461 v 34)): μηνίσκοι. καὶ Θεόδωροι καὶ Πῶλοι ΠῶλοιStephanus: πολλοὶ. συνίτωσαν, ὥσπερ γυναικὸς πολυτελοῦς τῆς τραγῳδίας κομμωταὶ καὶ διφροφόροι, μᾶλλον δʼ ὡς ἀγαλμάτων ἐγκαυσταὶ ἐγκαυταὶHatzidakis: ἐγκαυσταί. καὶ χρυσωταὶ καὶ βαφεῖς παρακολουθοῦντες· σκευῶν δὲ καὶ προσώπων καὶ ξυστίδων ἁλουργῶν καὶ μηχανῶν ἀπὸ σκηνῆς καὶ χοροποιῶν καὶ δορυφόρων δυσπραγμάτευτος λαὸς καὶ χορηγία πολυτελὴς παρασκευαζέσθω. πρὸς ἃ Λάκων ἀνὴρ ἀποβλέψας οὐ κακῶς εἶπεν ὡς ἁμαρτάνουσιν Ἀθηναῖοι μεγάλα τὴν σπουδὴν εἰς τὴν παιδιὰν καταναλίσκοντες, τουτέστι μεγάλων ἀποστόλων δαπάνας καὶ στρατευμάτων ἐφόδια καταχορηγοῦντες εἰς τὸ θέατρον. ἂν γὰρ ἐκλογισθῇ τῶν δραμάτων ἕκαστον ὅσου κατέστη, πλέον ἀνηλωκὼς φανεῖται ὁ δῆμος εἰς Βάκχας καὶ Φοινίσσας καὶ Οἰδίποδας καὶ Ἀντιγόνας ἈντιγόναςHelmbold: ἀντιγόνην. καὶ τὰ Μηδείας κακὰ καὶ Ἠλέκτρας, ὧν ὑπὲρ τῆς ἡγεμονίας καὶ τῆς ἐλευθερίας πολεμῶν τοὺς βαρβάρους τοὺς βαρβάρους] τοῖς βαρβάροιςMeziriacus, but see Wyttenbach’s note. ἀνάλωσεν. οἱ μὲν γὰρ στρατηγοὶ πολλάκις παραγγείλαντες ἄπυρα σιτία κομίζειν ἐξῆγον ἐπὶ τὰς μάχας τοὺς ἄνδρας· καὶ νὴ Δίʼ οἱ τριήραρχοι τοῖς ἐλαύνουσιν ἄλφιτα παρασκευάσαντες, τοῖς δὲ κρόμμυα καὶ καὶadded by Turnebus. τυρόν, ἐνεβίβαζον εἰς τὰς τριήρεις· οἱ δὲ χορηγοὶ τοῖς χορευταῖς ἐγχέλεια καὶ θριδάκια καὶ σκελίδας σκελίδαςReiske: σκελλίδας. καὶ μυελὸν παρατιθέντες, εὐώχουν ἐπὶ πολὺν χρόνον φωνασκουμένους καὶ τρυφῶντας. καὶ τούτων τοῖς μὲν ἡττηθεῖσι περιῆν προσυβρίσθαι καὶ γεγονέναι καταγελάστους· τοῖς δὲ νικήσασιν τρίπους τρίπουςE. Capps: οὐ τρίπους. ὑπῆρχεν, οὐκ ἀνάθημα τῆς νίκης, ὡς Δημήτριός φησιν, ἀλλʼ ἐπίσπεισμα τῶν ἐκκεχυμένων βίων ἐπίσπεισμα τῶν ἐκκεχυμένων βίων Reiske: ἐπὶ πεισμάτων ἐκκεχυμένον βίον. καὶ τῶν ἐκλελοιπότων κενοτάφιον οἴκων. οἵκωνReiske: οἷκον. τοιαῦτα γὰρ τὰ ποιητικῆς τέλη καὶ λαμπρότερον οὐδὲν ἐξ αὐτῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme