Thesauros Literature biography Περὶ Ἴσιδος και Ὀσίριδος

Περὶ Ἴσιδος και Ὀσίριδος

Περὶ Ἴσιδος και Ὀσίριδος Plutarch
16 τρέφειν δὲ τὴν Ἶσιν ἀντὶ μαστοῦ τὸν δάκτυλον εἰς τὸ στόμα τοῦ παιδίουvel τῷ παιδίῳ vel τιθεῖσαν W διδοῦσαν, νύκτωρ δὲ περικάειν τὰ θνητὰ τοῦ σώματος· αὐτὴν δὲ γενομένην χελιδόνα τῇ κίονι περιπέτεσθαι καὶ θρηνεῖν, ἄχρι οὗ τὴν βασίλισσαν παραφυλάξασαν καὶ ἐκκραγοῦσαν, ἐκκραγοῦσαν Bentleius: κεκραγοῦσαν ὡς εἶδε περικαόμενον τὸ βρέφος, ἀφελέσθαι τὴν ἀθανασίαν αὐτοῦ. τὴν δὲ θεὰν φανερὰν γενομένην αἰτήσασθαι τὴν κίονα τῆς στέγης· ὑφελοῦσαν δὲ ῥᾷστα περικόψαι τὴν ἐρείκην, εἶτα ταύτην μὲν ὀθόνῃ περικαλύψασαν καὶ μύρον καταχεαμένην ἐγχειρίσαι τοῖς βασιλεῦσι, καὶ νῦν ἔτι σέβεσθαι Βυβλίους τὸ ξύλον ἐν ἱερῷ κείμενον Ἴσιδος. τῇ δὲ σορῷ περιπεσεῖν καὶ κωκῦσαι τηλικοῦτον, ὥστε τῶν παίδων τοῦ βασιλέως τὸν νεώτερον ἐκθανεῖν, ἐκθανεῖν R: ἐνθανεῖν τὸν δὲ πρεσβύτερον μεθʼ ἑαυτῆς ἔχουσαν καὶ τὴν σορὸν εἰς πλοῖον ἐνθεμένην ἀναχθῆναι. τοῦ δὲ Φαίδρου ποταμοῦ πνεῦμα τραχύτερον ἐκθρέψαντος ὑπὸ τὴν ἕω, θυμωθεῖσαν ἀναξηρᾶναι τὸ ῥεῖθρον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme