28
Πτολεμαῖος δʼ ὁ Σωτὴρ ὄναρ εἶδε ὄναρ εἶδε Baxterus: ἀνεῖλε τὸν ἐν Σινώπῃ τοῦ Πλούτωνος κολοσσόν, οὐκ ἐπιστάμενος οὐδʼ ἑωρακὼς πρότερον οἷος τὴν μορφὴν ἦν, ἧν R κελεύοντα κομίσαι τὴν ταχίστην αὐτὸν εἰς Ἀλεξάνδρειαν. ἀγνοοῦντι δʼ αὐτῷ καὶ ἀποροῦντι, ποῦ καθίδρυται, καὶ διηγουμένῳ τοῖς φίλοις τὴν ὄψιν, εὑρέθη πολυπλανὴς πολυπλανὴς Duebnerus: πολυπλάνης ἄνθρωπος ὄνομα Σωσίβιος, ἐν Σινώπῃ φάμενος ἑωρακέναι τοιοῦτον κολοσσόν, οἷον ὁ βασιλεὺς ἰδεῖν ἔδοξεν. ἔπεμψεν οὖν Σωτέλη καὶ Διονύσιον, Διονύσιον p. 981 a: διόνυσον οἳ χρόνῳ πολλῷ καὶ μόλις, οὐκ ἄνευ μέντοι θείας προνοίας , ἤγαγον ἐκκλέψαντες. ἐπεὶ δὲ κομισθεὶς ὤφθη, συμβαλόντες οἱ περὶ Τιμόθεον τὸν ἐξηγητὴν καὶ Μανέθωνα τὸν Σεβεννύτην Πλούτωνος ὂν ἄγαλμα, τῷ Κερβέρῳ τεκμαιρόμενοι καὶ τῷ δράκοντι, πείθουσι τὸν Πτολεμαῖον, ὡς ἑτέρου θεῶν οὐδενὸς ἀλλὰ ἀλλὰ] ἀλλ’ ἢ Σαράπιδός ἐστιν. οὐ γὰρ ἐκεῖθεν οὕτως οὕτως Marklandus: οὑτος ὀνομαζόμενος ἧκεν, ἀλλʼ εἰς Ἀλεξάνδρειαν κομισθεὶς τὸ παρʼ Αἰγυπτίοις ὄνομα τοῦ Πλούτωνος ἐκτήσατο τὸν Σάραπιν. καὶ μέντοι μέντοι] add. τὰ Schellensius Ἡρακλείτου τοῦ φυσικοῦ λέγοντος ᾍδης καὶ Διόνυσος ωὑτὸς ωὑτός W: οὗτος ὅτεῳ μαίνονται καὶ ληναΐζουσιν, ὅτεῳ - ληναϊζουσιν scripsi ex Clem. Alex. Protr. p. 30 Pott.: ὅτε οὐν - ληραίνουσιν εἰς ταύτην ὑπάγουσι τὴν δόξαν. οἱ γὰρ ἀξιοῦντες ᾍδην λέγεσθαι τὸ σῶμα τῆς ψυχῆς οἷον παραφρονούσης καὶ μεθυούσης ἐν αὐτῷ, γλίσχρως ἀλληγοροῦσι. βέλτιον δὲ τὸν Ὄσιριν εἰς ταὐτὸ συνάγειν τῷ Διονύσῳ, τῷ τʼ Ὀσίριδι τὸν Σάραπιν, ὅτε τὴν φύσιν μετέβαλε, ταύτης τυχόντι τυχόντι Squirius: τυχόντα τῆς προσηγορίας. διὸ πᾶσι κοινὸς ὁ Σάραπίς ἐστι, ὡς δὴ δὴ *: δὲ τὸν Ὄσιριν οἱ τῶν ἱερῶν μεταλαβόντες ἴσασιν.