Thesauros Literature biography Περὶ Ἴσιδος και Ὀσίριδος

Περὶ Ἴσιδος και Ὀσίριδος

Περὶ Ἴσιδος και Ὀσίριδος Plutarch
41 οἱ δὲ τοῖσδε τοῖς φυσικοῖς καὶ τῶν ἀπʼ ἀστρολογίας μαθηματικῶν μαθηματικῶν] μαθημάτων Marklandus ἔνια μιγνύντες Τυφῶνα μὲν οἴονται τὸν ἡλιακὸν κόσμον, Ὄσιριν δὲ τὸν σεληνιακὸν λέγεσθαι. τὴν μὲν γὰρ σελήνην γόνιμον τὸ φῶς καὶ ὑγροποιὸν ἔχουσαν εὐμενῆ καὶ γοναῖς ζῴων καὶ φυτῶν εἶναι βλαστήσεσι· τὸν δʼ ἥλιον ἀκράτῳ πυρὶ καὶ σκληρῷ καταθάλπειν καὶ σκληρῷ καταθάλπειν Madvigius: κεκληρωκότα θάλπειν τε καὶ καταυαίνειν τὰ φυόμενα καὶ τεθηλότα, καὶ τὸ πολὺ μέρος τῆς γῆς παντάπασιν ὑπὸ φλογμοῦ ποιεῖν ἀοίκητον καὶ κατακρατεῖν πολλαχοῦ καὶ τῆς σελήνης. διὸ τὸν Τυφῶνα Σὴθ ἀεὶ ἀεὶ] del. Squirius Αἰγύπτιοι καλοῦσιν, ὅπερ ἐστὶ καταδυναστεῦον ἢ καταβιαζόμενον. καὶ τῷ μὲν ἡλίῳ τὸν Ἡρακλέα μυθολογοῦσιν ἐνιδρυμένον συμπεριπολεῖν, τῇ δὲ σελήνῃ τὸν Ἑρμῆν. λόγου γὰρ ἔργοις ἔοικε καὶ περισσῆς περισσῆς R: περὶ σοφίας τὰ τῆς σελήνης, τὰ δʼ ἡλίου πληγαῖς ὑπὸ βίας καὶ ῥώμης περαινομένοις. περαινομένοις sc. ἔργοις Halmius: περαινομένης οἱ δὲ Στωικοὶ τὸν μὲν ἥλιον ἐκ θαλάττης ἀνάπτεσθαι καὶ τρέφεσθαί φασι, τῇ δὲ σελήνῃ τὰ κρηναῖα καὶ λιμναῖα νάματα γλυκεῖαν ἀναπέμπειν καὶ μαλακὴν ἀναθυμίασιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme