Thesauros Literature biography Περὶ Ἴσιδος και Ὀσίριδος

Περὶ Ἴσιδος και Ὀσίριδος

Περὶ Ἴσιδος και Ὀσίριδος Plutarch
42 ἑβδόμῃ ἐπὶ δ’ ἐπὶ? δέκα τὴν Ὀσίριδος γενέσθαι τελευτὴν Αἰγύπτιοι μυθολογοῦσιν, ἐν ᾗ μάλιστα γίγνεται πληρουμένη κατάδηλος ἡ πανσέληνος. διὸ καὶ τὴν ἡμέραν ταύτην ἀντίφραξιν οἱ Πυθαγόρειοι καλοῦσι, καὶ ὅλως τὸν ἀριθμὸν τοῦτον ἀφοσιοῦνται. τοῦ γὰρ ἑξκαίδεκα τετραγώνου καὶ τοῦ ὀκτωκαίδεκα ἑτερομήκους, οἷς μόνοις ἀριθμῶν ἐπιπέδων συμβέβηκε τὰς περιμέτρους ἴσας ἔχειν τοῖς περιεχομένοις ὑπʼ αὐτῶν χωρίοις, μέσος ὁ τῶν ἑπτακαίδεκα παρεμπίπτων ἀντιφράττει καὶ διαζεύγνυσιν ἀπʼ ἀλλήλων, καὶ διαιρεῖ διαιρεῖ] διατηρεῖ X τὸν τὸν] κατὰ τὸν W ἐπόγδοον λόγον εἰς ἄνισα διαστήματα τεμνόμενος. ἐτῶν δʼ ἀριθμὸν οἱ μὲν βιῶσαι τὸν Ὄσιριν οἱ δὲ βασιλεῦσαι λέγουσιν ὀκτὼ καὶ εἴκοσι· τοσαῦτα γὰρ ἔστι φῶτα τῆς σελήνης καὶ κἀν? τοσαύταις ἡμέραις τὸν αὑτῆς κύκλον ἐξελίσσει. τὸ δὲ ξύλον ἐν ταῖς λεγομέναις Ὀσίριδος ταφαῖς τέμνοντες κατασκευάζουσι λάρνακα μηνοειδῆ διὰ τὸ τὴν σελήνην, ὅταν τῷ ἡλίῳ πλησιάζῃ, μηνοειδῆ γιγνομένην ἀποκρύπτεσθαι. τὸν δʼ εἰς δεκατέσσαρα μέρη τοῦ Ὀσίριδος διασπασμὸν αἰνίττονται πρὸς τὰς ἡμέρας, ἐν αἷς φθίνει μετὰ πανσέληνον ἄχρι νουμηνίας τὸ ἄστρον. ἡμέραν δέ, ἐν ᾗ φαίνεται πρῶτον ἐκφυγοῦσα τὰς αὐγὰς καὶ παρελθοῦσα τὸν ἥλιον, ἀτελὲς ἀγαθόν προσαγορεύουσιν. ὁ γὰρ Ὄσιρις ἀγαθοποιός, καὶ τοὔνομα πολλὰ φράζει, οὐχ ἥκιστα δὲ κράτος ἐνεργοῦν ἐνεργοῦν] εὐεργὸν? καὶ ἀγαθοποιὸν ὃ λέγουσι. τὸ δʼ ἕτερον ὃ δὲ λέγουσιν ἕτερον κἑ? ὄνομα τοῦ θεοῦ τὸν Ὄμφιν Ὀμφιν] Ὀνουφιν Partheius εὐεργέτην ὁ Ἑρμαῖός Ἑρμέας R φησι δηλοῦν ἑρμηνευόμενον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme