Thesauros Literature biography Περὶ Ἴσιδος και Ὀσίριδος

Περὶ Ἴσιδος και Ὀσίριδος

Περὶ Ἴσιδος και Ὀσίριδος Plutarch
44 ἔνιοι δὲ καὶ τῶν ἐκλειπτικῶν αἴνιγμα ποιοῦνται τὸν μῦθον. ἐκλείπει μὲν γὰρ ἡ σελήνη πανσέληνος, ἐναντίαν τοῦ ἡλίου στάσιν ἔχοντος πρὸς αὐτὴν, εἰς τὴν σκιὰν ἐμπίπτουσα τῆς γῆς, ὥσπερ φασὶ τὸν Ὄσιριν εἰς τὴν σορόν. αὐτὴ δὲ πάλιν ἀποκρύπτει καὶ ἀφανίζειscr. vid. ἀναιρεῖ kai\ ταῖς τριακάσιν, οὐ μὴν ἀναιρεῖται παντάπασι τὸν ἥλιον, ὥσπερ οὐδὲ τὸν Τυφῶνα ἡ Ἶσις. γεννώσης τῆς Νέφθυος τὸν Ἄνουβιν, Ἶσις ὑποβάλλεται. Νέφθυς γάρ ἐστι τὸ ὑπὸ γῆν καὶ ἀφανές, Ἶσις δὲ τὸ ὑπὲρ τὴν γῆν τὴν γ͂ν] γῆν? καὶ φανερόν. ὁ δὲ τούτων τούτων Bentleius: τούτῳ ὑποψαύων καὶ καλούμενος ὁρίζων κύκλος, ἐπίκοινος ὢν ἀμφοῖν, Ἄνουβις κέκληται καὶ κυνὶ τὸ εἶδος ἀπεικάζεται· καὶ γὰρ ὁ κύων χρῆται τῇ ὄψει νυκτός τε καὶ ἡμέρας ὁμοίως καὶ ταύτην ἔχειν δοκεῖ παρʼ Αἰγυπτίοις τὴν δύναμιν ὁ Ἄνουβις, οἵαν ἡ Ἑκάτη παρʼ Ἕλλησι, χθόνιος ὢν ὁμοῦ καὶ ὀλύμπιος. ἐνίοις δὲ δοκεῖ Κρόνος ὁ Ἄνουβις εἶναι· διὸ πάντα τίκτων ἐξ ἑαυτοῦ καὶ κύων ἐν ἑαυτῷ τὴν τοῦ κυνὸς ἐπίκλησιν ἔσχεν, ἔστι ἔστι R: ἐ?τι δ’ οὖν] γοῦν W δʼ οὖν τοῖς σεβομένοις τὸν Ἄνουβιν ἀπόρρητόν τι· καὶ πάλαι πάλαι] γὰρ πάλαι? μὲν τὰς μεγίστας ἐν Αἰγύπτῳ τιμὰς ὁ κύων ἔσχεν· ἐπεὶ δὲ Καμβύσου τὸν Ἆπιν ἀνελόντος καὶ ῥίψαντος οὐδὲν προσῆλθεν οὐδʼ ἐγεύσατο τοῦ σώματος ἀλλʼ ἢ μόνος ὁ κύων, ἀπώλεσε τὸ πρῶτος εἶναι καὶ μάλιστα τιμᾶσθαι τῶν ἑτέρων ζῴων. εἰσὶ δέ τινες οἱ τὸ σκίασμα τῆς γῆς, εἰς ὃ τὴν σελήνην ὀλισθάνουσαν ἐκλείπειν νομίζουσι, Τυφῶνα καλοῦντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme