56
ἡ δὲ κρείττων καὶ θειοτέρα φύσις ἐκ τριῶν ἐστι, τοῦ νοητοῦ καὶ τῆς ὕλης καὶ τοῦ ἐκ τούτων, ὃν κόσμον Ἕλληνες ὀνομάζουσιν. ὁ μὲν οὖν Πλάτων Πλάτων] Tim. p. 50 c τὸ μὲν νοητὸν καὶ ἰδέαν καὶ παράδειγμα καὶ πατέρα, τὴν δʼ ὕλην καὶ μητέρα καὶ τιθήνην ἕδραν τε καὶ χώραν γενέσεως, τὸ δʼ ἐξ ἀμφοῖν ἔκγονον ἐκγονον Emperius: ἔγγονον καὶ γένεσιν ὀνομάζειν εἴωθεν. Αἰγυπτίους δʼ ἄν τις εἰκάσειε τῶν τριγώνων τὸ κάλλιστον lacunam addidi. Fort. supplenda: τὸ κάλλιστον ζηλῶσαι πλεῖστον μάλλιστα κἑ μάλιστα τούτῳ τὴν τοῦ παντὸς φύσιν ὁμοιοῦντας, ὡς ὡς Marklandus: ᾧ καὶ Πλάτων ἐν τῇ πολιτείᾳ Πολιτείᾳ] p. 546 δοκεῖ τούτῳ προσκεχρῆσθαι τὸ γαμήλιον διάγραμμα συντάττων. ἔχει δʼ ἐκεῖνο τὸ τρίγωνον τριῶν τὴν πρὸς ὀρθίαν καὶ τεττάρων τὴν βάσιν καὶ πέντε τὴν ὑποτείνουσαν ἴσον ταῖς περιεχούσαις δυναμένην. εἰκαστέον οὖν τὴν μὲν πρὸς ὀρθὰς ὀρθὰς] ὀρθίαν R ἄρρενι, τὴν δὲ βάσιν θηλείᾳ, τὴν δʼ ὑποτείνουσαν ἀμφοῖν ἐκγόνῳ· ἐκγόνῳ Emperius: ἐγγονῳ καὶ τὸν μὲν Ὄσιριν ὡς ἀρχήν, τὴν δʼ Ἶσιν ὡς ὑποδοχήν, τὸν δʼ Ὧρον ὡς ἀποτέλεσμα. τὰ μὲν γὰρ τρία πρῶτος περισσὸς ἐστι καὶ τέλειος· τὰ δὲ τέτταρα τετράγωνος ἀπὸ πλευρᾶς ἀρτίου τῆς δυάδος· τὰ δὲ πέντε πῆ μὲν τῷ πατρὶ πῆ δὲ τῇ μητρὶ προσέοικεν, ἐκ τριάδος συγκείμενα καὶ δυάδος. καὶ τὰ πάντα τῶν πέντε γέγονε παρώνυμα, καὶ τὸ ἀριθμήσασθαι πεμπάσασθαι λέγουσιν. ποιεῖ δὲ τετράγωνον ἡ πεντὰς ἀφʼ ἑαυτῆς, ὅσον τῶν γραμμάτων παρʼ Αἰγυπτίοις τὸ πλῆθός ἐστι, καὶ ὅσων ἐνιαυτῶν ἔζη χρόνον ὁ Ἆπις. ὁ Ἀπις. τὸν X: ὃ ἄπιστον τὸν μὲν οὖν Ὧρον εἰώθασι καὶ Μὶν καὶ Μὶν Pinderus: Καίμιν προσαγορεύειν, ὅπερ ἐστὶν ὁρώμενον· αἰσθητὸν γὰρ καὶ ὁρατὸν ὁ κόσμος. ἡ δʼ Ἶσις ἔστιν ὅτε καὶ Μοὺθ καὶ πάλιν Ἄθυρι καὶ Μεθύερ προσαγορεύεται· προσαγορεύεται Basileensis: προσαγορεύουσι σημαίνουσι δὲ τῷ μὲν πρώτῳ τῶν ὀνομάτων μητέρα· τῷ δὲ δευτέρῳ οἶκον Ὥρου κόσμιον, ὡς καὶ Πλάτων χώραν γενέσεως καὶ δεξαμενήν· τὸ δὲ τρίτον σύνθετόν ἐστιν ἔκ τε τοῦ πλήρους καὶ τοῦ αἰτίου· αἰτίου] ἀγαθοῦ Marklandus. ἀρτίου R πλήρης γάρ ἐστιν ἡ ὕλη τοῦ κόσμου καὶ τῷ ἀγαθῷ καὶ καθαρῷ καὶ κεκοσμημένῳ σύνεστιν,